1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

32

κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων, ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεων συνεργοί, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν ἐκκλησιῶν (ἐγὼ δέ φημι, νοητά τε καὶ αἰσθητά). Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι, ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις. (Σχόλιον) Πῶς οὐ μὴ ποθήσω ἰδεῖν, ὃ ἰδεῖν ποθοῦσιν ἄγγελοι; Συνῳδὰ δὲ τούτοις καὶ ὁ τούτου ἀδελφὸς καὶ ὁμογνώμων Γρηγόριος, ὁ τῆς Νυσαέων ἐπίσκοπος, φησίν. Τοῦ ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσης, ἐκ τοῦ ἀναπληρωματικοῦ, τουτέστι τοῦ περὶ κατασκευῆς ἀνθρώπου, κεφαλαίου τετάρτου· Ὥσπερ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι καὶ λέγεται κατὰ τὴν συνήθειαν καὶ εἰκὼν καὶ βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς ἀρχὴν τῶν ἄλλων κατεσκευάζετο, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος. Τοῦ αὐτοῦ ἐκ τοῦ πέμπτου κεφαλαίου τῆς αὐτῆς πραγματείας· Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἐναγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἐπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα <...> (Σχόλιον) Ὅρα, ὡς «τὸ μὲν θεῖον κάλλος οὐ σχήματί τινι διά τινος εὐχροίας ἐναγλαΐζεται» καὶ διὰ τοῦτο οὐκ εἰκονίζεται, ἡ δὲ ἀνθρωπίνη μορφὴ διὰ χρωμάτων ἐπὶ τοὺς πίνακας μεταφέρεται. Εἰ τοίνυν ὁ υἱὸς τοῦ θεοῦ ἐν ἀνθρώπου μορφῇ γέγονε μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πῶς οὐκ εἰκονισθήσεται; Καὶ εἰ κατὰ συνήθειαν «λέγεται ἡ τοῦ βασιλέως εἰκὼν βασιλεὺς» καὶ «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», ὥς φησιν ὁ θεῖος Βασίλειος, πῶς ἡ εἰκὼν οὐ τιμηθήσεται καὶ προσκυνηθήσεται οὐχ ὡς θεός, ἀλλ' ὡς θεοῦ σεσαρκωμένου εἰκών; Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης ἀπὸ λόγου ῥηθέντος ἐν Κωνσταντινουπόλει περὶ θεότητος υἱοῦ καὶ πνεύματος καὶ εἰς τὸν Ἀβραάμ, λόγου μδʹ, οὗ ἡ ἀρχή· Οἷόν τι πάσχουσι πρὸς τοὺς εὐανθεῖς τῶν λειμώνων οἱ τούτων φιλοθεάμονες, καὶ μετὰ βραχέα· Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ὁ Ἰσαὰκ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας, ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ ποδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει. Καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· Καί πως εἰκὼν τοῦ δευτέρου τὸ πρῶτον, ὁ Μελχισεδὲκ τοῦ Χριστοῦ, ὥσπερ ἄν τις εἴποι σκιὰν τῆς γραφῆς τῆς ἐν χρώμασι τὸ πρὸ ταύτης σκίασμα τοῦ γραφέως· διὰ τοῦτο γὰρ ὁ νόμος καλεῖται σκιά, ἡ δὲ χάρις ἀλήθεια, πράγματα δὲ τὰ μέλλοντα. Ὥστε ὁ μὲν νόμος καὶ ὁ Μελχισεδὲκ προσκίασμα τῆς ἐν χρώμασι γραφῆς, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια ἡ ἐν χρώμασι γραφή, τὰ δὲ πράγματα τοῦ μέλλοντος αἰῶνος, ὡς εἶναι τὴν παλαιὰν τύπου τύπον καὶ τὴν νέαν τῶν πραγμάτων τύπον. Λεοντίου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ ταῖς εἰκόσι τῶν ἁγίων καὶ ἀλλήλοις καὶ περὶ