1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

43

θεοῦ ἐν τούτῳ. Εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, προκατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος ὡς ὑπόμνησιν αὐτοῦ εἶναι παρ' ἡμῖν. Τοῦ αὐτοῦ, ἐκ τοῦ πέμπτου λόγου· Πάλιν ἡμᾶς διαπαίζουσι περὶ τοῦ τιμίου σταυροῦ καὶ τῆς τῶν θεοτυπώτων εἰκόνων σημειώσεώς τε καὶ προσκυνήσεως εἰδωλολάτρας ἡμᾶς καὶ ξυλοθέους ὀνομάζοντες οἱ πανάθεοι. Εἰ δὲ ξυλόθεός εἰμι, ὡς λέγεις, ἄθεε, καὶ πολύθεος πάντως. Εἰ δὲ πολύθεος, ἐχρῆν με πάντως ὀμνύντα λέγειν· Μὰ τοὺς θεούς, καθάπερ καὶ σὺ ἕνα ὁρῶν μόσχον ἔλεγες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ἀλλ' οὐκ ἀξιωθείης τοῦτο παρὰ χριστιανῶν στομάτων ἀκοῦσαί ποτε, ἀλλ' εἴθισται ἀεὶ ἡ μοιχαλὶς καὶ ἄπιστος συναγωγὴ τὴν πανσώφρονα Χριστοῦ ἐκκλησίαν ὡς πόρνην διαγορεύειν. Τοῦ αὐτοῦ· Οὐδὲ γὰρ παρ' ἡμῶν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι. Εἰ γὰρ ὡς θεῷ προσεκυνοῦμεν τῷ ξύλῳ τῆς εἰκόνος, ἐμέλλομεν πάντως καὶ τοῖς λοιποῖς προσκυνεῖν ξύλοις καὶ οὐχ ὡς πολλάκις λεανθέντος τοῦ χαρακτῆρος τῷ πυρὶ τὴν εἰκόνα κατεκαίομεν. Καὶ πάλιν, ἕως μέν ἐστι συνδεδεμένα τὰ ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν· ἐπὰν δὲ διαιρεθῶσιν ἐξ ἀλλήλων, ῥίπτω αὐτὰ καὶ κατακαίω. Καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος ἐσφραγισμένην καὶ ἀσπασάμενος τὴν σφραγίδα οὐ τὸν πηλὸν ἐτίμησεν, οὐ τὸν χάρτην ἢ τὸν μόλυβδον, ἀλλὰ τῷ βασιλεῖ ἀπένειμε τὸ σέβας καὶ τὴν προσκύνησιν, οὕτω καὶ χριστιανῶν παῖδες τῷ τύπῳ τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνοῦμεν, ἀλλὰ σφραγίδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτοῦ βλέποντες δι' αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν. Τοῦ αὐτοῦ· Καὶ διὰ τοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόνι καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυπῶ καὶ διαγράφω, ἵνα διηνεκῶς ὁρῶν ταῦτα ἀναμιμνήσκωμαι καὶ μὴ ἐπιλάθωμαι, ὥσπερ σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου ἀεί. Καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου οὐ τὴν φύσιν τῶν δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ θεοῦ τοὺς ἐγκειμένους ἐν αὐτῷ, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶ, οὐ τῇ φύσει τοῦ ξύλου καὶ τῶν χρωμάτων-μὴ γένοιτο-, ἀλλ' ἀψύχῳ χαρακτῆρι Χριστοῦ προσκυνῶν δι' αὐτοῦ αὐτὸν Χριστὸν δοκῶ κρατεῖν καὶ προσκυνεῖν. Καὶ ὥσπερ Ἰακὼβ δεξάμενος παρὰ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον ᾑμαγμένον, ὅτε ἐπίπρασαν τὸν Ἰωσήφ, κατεφίλησε πάντως τὸν χιτῶνα μετὰ δακρύων καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις τοῦτον ἔθηκεν οὐ τὸ ἱμάτιον θρηνῶν, ἀλλὰ δι' αὐτοῦ τὸν Ἰωσὴφ νομίζων καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ χριστιανῶν παῖδες εἰκόνα <Χριστοῦ> ἢ ἀποστόλου ἢ μάρτυρος κατασπαζόμενοι τῇ σαρκὶ τῇ ψυχῇ νομίζομεν αὐτὸν ἐκεῖνον τὸν Χριστὸν ἢ τὸν μάρτυρα αὐτοῦ ἀσπάζεσθαι. Ὡς γοῦν πολλάκις εἶπον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως. Εἰ δὲ ἐμοὶ ἐγκαλεῖς λέγων, ὅτι ὡς θεῷ προσκυνῶ τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τῷ Χριστῷ. Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀνδράσιν ἀσεβέσι προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ ὡς θεοὺς αὐτοὺς προσεκύνησε. Καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα καὶ τὸν Ἠσαῦ ἑπτάκις, ἀλλ' οὐχ ὡς θεόν. Ἴδε, πόσους ἀσπασμοὺς καὶ πόσας προσκυνήσεις ἀπέδειξά σοι γραφικάς τε καὶ φυσικὰς μὴ ἐχούσας κατάγνωσιν. Ἐμὲ δέ, ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ ἢ τῆς πανάγνου αὐτοῦ μητρὸς ἢ ἁγίου προσκυνοῦντα, ἀγανακτεῖς εὐθέως καὶ βλασφημεῖς καὶ ἀποπηδᾷς καὶ εἰδωλολάτρην με ἀποκαλεῖς καὶ οὐκ αἰσχύνῃ καὶ