1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

53

ῥήματα· «∆έσποτα φιλάνθρωπε, κελεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν;» Οἱ δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες καὶ τοὺς τῆς ἱκεσίας λόγους ἐκπέμψαντες, ὡς ὁ δεσπότης Χριστὸς οὐκ ἐπένευσε, τοῦ πρεσβεύειν παυσάμενοι, κατηφεῖς καὶ ὀλίγωροι πρὸς ἐμέ, φησί, παραγίνονται οὐ μακρὰν πολὺ τῆς εἰκόνος ἱστάμενον. Καὶ πλησίον γενόμενοι· «Ὁρᾷς», φασί, «πῶς ὁ δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν; Ἀλλὰ μηδὲν ἀθυμήσῃς· πάντως γὰρ καὶ πρὸς σὲ ὡς πρὸς πάντας χρηστεύεται.» Καὶ διαναστάντες ὡσεὶ μικρὸν ἡμιώριον καὶ πάλιν ἀπελθόντες ἐδέοντο. Καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπτουσι κατηφεῖς καὶ ὀλίγωροι, ὡς καὶ τὸ πρότερον τοῦ δεσπότου Χριστοῦ μὴ κελεύσαντος. Καὶ ταῦτά μοι πάλιν ἐλθόντες εἰρήκασιν. Τὸ τρίτον δὲ πορευόμενοι· «Θάρρει», λέγουσιν, «νῦν γὰρ τὴν χάριν πάντως λαμβάνομεν· ἀλλὰ καὶ σύ, ὥσπερ ἡμᾶς ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν δεσπότην ἱκέτευε.» Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι τοῖς προλαβοῦσι τρόποις ἐχρῶντο καὶ ῥήμασι. Καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν καὶ κάτω κείμενοι τὸ «κελεύεις, δέσποτα;» μόνον ἀνέκραζον, τότε ὁ Χριστὸς σπλαγχνισθεὶς ὡς οἰκτίρμων <ἐπένευσε>· καὶ «δότε αὐτῷ» πρὸς τῆς εἰκόνος ἀπεφθέγξατο. Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες πρῶτον μὲν ηὐχαρίστουν Χριστῷ τῷ θεῷ ἡμῶν ὡς τῆς δεήσεως αὐτῶν ἐπακούσαντι. Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν· Οἱ ἑωρακότες Χριστὸν ἐν σαρκὶ ὡς προφήτην αὐτὸν εἶχον· οἱ μὴ ἑωρακότες ἡμεῖς εὐθέως ἐξ ἁπαλῶν ὀνύχων, παῖδες καὶ νεανίσκοι, θεὸν αὐτόν, ἐξουσιαστὴν καὶ παντοκράτορα καὶ τῶν αἰώνων ποιητὴν καὶ ἀπαύγασμα τοῦ πατρὸς ὁμολογοῦμεν-ὡς γὰρ αὐτὸν ἐκεῖνον βλέποντες Χριστὸν λαλοῦντα, οὕτως τῶν αὐτοῦ εὐαγγελίων μετὰ πίστεως ἀκούομεν-, καὶ τὸν ἄχραντον μαργαρίτην τοῦ αὐτοῦ σώματος δεχόμενοι αὐτὸν ἐκεῖνον βαστάζειν τὸν Χριστὸν νομίζομεν, κἂν μόνον αὐτοῦ θεῖον χαρακτῆρα ἐξεικονισμένον ἴδωμεν, ὡς ἐξ οὐρανοῦ ἡμῖν ἀτενίζοντα νομίζομεν, προσκυνοῦμεν, προσπίπτομεν. Μεγάλη νῦν ἡ πίστις τοῦ Χριστοῦ. Ἐκ τοῦ βίου τοῦ ἀββᾶ ∆ανιὴλ περὶ Εὐλογίου τοῦ λατόμου· Τότε ὀλιγωρήσας ἀπῆλθε καὶ ῥίψας ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τῆς θεοτόκου μετὰ κλαυθμοῦ ἔλεγε· «Κύριε, λῦσον τὴν ἐγγύην τοῦ ἀνθρώπου τούτου ἀπ' ἐμοῦ.» Ἐκ τοῦ βίου Μαρίας τῆς Αἰγυπτίας· Κλαίουσα τοίνυν ὁρῶ ἐπάνω τοῦ τόπου, ἐν ᾧ ἱστάμην, τὴν εἰκόνα τῆς ἁγίας θεοτόκου ἑστῶσαν καί φημι πρὸς αὐτήν· «Παρθένε, θεοτόκε, δέσποινα, ἡ τὸν θεὸν λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὡς οὐκ ἔστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτω ῥυπαράν, τὴν οὕτω πανάσωτον, τὴν εἰκόνα καθορᾶν σου τῆς ἀειπαρθένου, ἀλλὰ δίκαιόν ἐστιν ἐμὲ ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι τε καὶ βδελύττεσθαι. Πλὴν ἐπείπερ διὰ τοῦτο γέγονεν ὁ ἐκ σοῦ τεχθεὶς θεὸς ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, βοήθησόν μοι τῇ μόνῃ μὴ ἐχούσῃ τινὰ βοήθειαν. Ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον. Μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν ᾧ κατὰ σάρκα προσεπάγη ὁ θεὸς λόγος, ὃν ἐγέννησας, ὃς τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ ἔδωκεν ἀντίλυτρον. Ἐπίταξον, ὦ δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιχθῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως. Καί σε δίδωμι τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἐγγυητὴν ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐξυβρίσω δι' αἰσχρᾶς οἱασδήποτε μίξεως. Ἀλλ' ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ υἱοῦ σου θεάσωμαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθέως ἀποτάσσομαι καὶ αὐτίκα ἐξέρχομαι, ὅπου ἂν αὐτὴ ὡς ἐγγυητὴς ὑπόθῃ καὶ ὁδηγήσῃς με.»