1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

4

διόρθωσιν. Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» καὶ διὰ ∆αυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰ ἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ' ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦ ἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰ ἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.» Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός. Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ' ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶ ἕξιν καὶ ἡλικίαν· καὶ τῷ μὲν νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶ ἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω καὶ ὁ ἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶ ἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἔφη ὁ θεός. Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁ ἀγνώμων λαὸς Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περι είλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶ ἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα· οὐ γὰρ ἐποίησαν ∆ιὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε, ἀλλ', ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ, καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶ ὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶ ὁ θεῖος ἀπόστολος· «Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ φησί· 1,4 Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες