1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

10

πέτρα καὶ ζωηφόρος, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἢ οὐχ ὕλη τὸ μέλαν καὶ ἡ τῶν εὐαγγελίων παναγία βίβλος; Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἢ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται; Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Μὴ κάκιζε τὴν ὕλην· οὐ γὰρ ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ θεοῦ γεγένηται· τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα. Μόνον δὲ ἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ' ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήματος, τουτέστιν ἡ ἁμαρτία. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατ εσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή· «Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· Ἰδοὺ ἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς Ἰούδα. Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα· καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς ∆άν· καὶ παντὶ συνετῷ καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα.» καὶ πάλιν «εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἠκούσατε τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ. Πᾶς καταδεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν», καὶ τὰ ἑξῆς, καὶ μεθ' ἕτερα «καὶ ἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα σφραγῖδος», καὶ πάλιν «οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς», καὶ αὖθις «καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ πάλιν «καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ' ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ. Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι· ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει. Ἀλλ' ἴστε, «ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε.» Οὐχ ἑώρα θεὸν ὁ Ἰσραὴλ ὁ πάλαι, «ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα.» Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων (πρώτη γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν ἀκοήν· ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών. Καὶ ὅπερ τοῖς γράμματα