1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

14

προσκυνεῖν καὶ καταφιλεῖν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα· καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ τιμῇ καὶ προσκυνήσει τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν. Καὶ ἐάν τις ἀνθρώπων ἢ κτηνῶν ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλλης τινὸς κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι θεοῦ καὶ ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτω καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς τούτου μητρὸς καὶ τῶν ἁγίων, καὶ ταύτας σέβομεν. Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνημόσυνον ἑωρτάζετο-ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ ὁ ἁπτόμενος τοῦ σώματος τοῦ τεθνηκότος ἀκάθαρτος ἐλογίζετο-, νῦν δέ, ἀφ' οὗ ἡ θεότης τῇ ἡμετέρᾳ φύσει ἀσυγχύτως συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ὄντως ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη. ∆ιὸ καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται. Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ ἢ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκου ἤ τινος τῶν ἁγίων, ἔτι δὲ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος πόθῳ τοῦ εἰκονιζομένου ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων, ἐκδικητὴς δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται· ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων. Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθουμένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι. Χρὴ «ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς» κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον «τῷ τὴν τιμὴν τὴν τιμὴν» καὶ «βασιλεῖ μὲν ὡς ὑπερέχοντι», τοῖς δὲ ἄρχουσιν ὡς δι' αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ ἀξιώματος. 2,12 Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇ ἐκκλησίᾳ. Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος· «Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας», - οὐκ εἶπε βασιλεῖς-καὶ πάλιν «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες.» καὶ αὖθις «μνη μονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν.» Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰ ἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι. Τῷ ∆αυὶδ ἐντειλάμενος ὁ θεὸς οἰκοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι «οὐκ οἰκοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴ ἀνὴρ αἱμάτων εἶ σύ». «Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς», ὁ ἀπόστολος ἀνακέκραγε Παῦλος, «τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος.» Βασιλέων ἐστὶν ἡ πολιτικὴ εὐταξία, ἡ δὲ ἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων. Λῃστρικὴ ἔφοδός ἐστιν αὕτη, ἀδελφοί. Ὁ Σαοὺλ τὸ ἱμάτιον