1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

16

καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι-ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει-καὶ πάντα τὸν νόμον τηρεῖν καὶ μὴ ἑορτάζειν τὸ πάσχα κυρίου ἔξω Ἱερουσαλήμ- ἀλλὰ γνῶτε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελεῖ-, ὥρα σοι καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ καὶ μὴ ᾄδειν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἀλλ' ἄπαγε· «οἵτινες γὰρ ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» 1,21͂2,15 Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος· στρατὸς γὰρ τοῦ κυρίου οἱ ἅγιοι. Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύματος ὁ ἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ κύριον. Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω. Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶ ἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι γένωνται οἱ φίλοι Χριστοῦ; «Οὐ λέγω ὑμᾶς δούλους», φησὶν ὁ θεός, «ὑμεῖς φίλοι μού ἐστε.» Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς; Ὢ θρασείας χειρός. Ὢ τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦ ἀντιπραττούσης προστάγμασιν. Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος. 2,15 Ὁ ναός, ὃν ὁ Σολομὼν ᾠκοδόμησεν, ἀλόγων αἵμασιν ἐνεκαινίσθη καὶ ἀλόγων εἰκόσιν ἐκαλλωπίσθη, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶ ῥοΐσκων. Νῦν δὲ Χριστοῦ αἵματι ἡ ἐκκλησία ἐγκαινίζεται καὶ τῶν ἁγίων αὐτοῦ καὶ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁγίων αὐτοῦ καλλωπίζεται. Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου», οὐ τὰ πρὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν λέγω, ἀλλὰ τὰ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ. Περὶ γὰρ τῶν ἐν τῇ παλαιᾷ παραδόσεων μεμφόμενος ὁ θεός φησιν· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ» κατὰ τὴν σκληροκαρδίαν αὐτῶν. Ὥστε «μετατεθείσης τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν». 1,21 Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μητρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇ ὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐτῶν προεκχέαντος καὶ τῶν κατ' ἴχνος αὐτοῦ πολιτευσαμένων. Τούτων τὰς ἀριστείας καὶ τὰ πάθη ἀναγράπτους καθίστημι ὡς δι' αὐτῶν ἁγιαζόμενος καὶ πρὸς ζῆλον μιμήσεως ἀλειφόμενος. Καὶ ταῦτα δι' αἰδοῦς ἄγω καὶ προσκυνήσεως· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει», φησὶν ὁ θεῖος Βασίλειος. Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ τούτων ἔγειρε τρόπαια. Οὐκ ἠγείρετο πάλαι ναὸς ἐπ' ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων ὁ θάνατος, ἀλλ' ἐπενθεῖτο, καὶ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, καὶ Μωσέως αὐτοῦ. Νῦν δὲ τῶν ἁγίων ἑορτάζεται τὰ μνημόσυνα· ἐπενθήθη ὁ νεκρὸς τοῦ Ἰακώβ, ἀλλ' ὁ Στεφάνου πανηγυρίζεται θάνατος. Ἢ τοίνυν καὶ τὰς πανηγυρικὰς μνήμας τῶν ἁγίων ἄνελε παρὰ τὸν παλαιὸν νόμον ἀγομένας ἢ καὶ τὰς εἰκόνας παρὰ τὸν νόμον, ὡς σὺ φής, οὔσας συγχώρησον. Ἀλλ' ἀμήχανον μὴ ἑορτάζειν τὰ τῶν ἁγίων μνημόσυνα· ὁ γὰρ τῶν ἁγίων ἀποστόλων καὶ θεοφόρων πατέρων χορὸς ταῦτα προστάττει γίνεσθαι. Ἀφ' οὗ γὰρ ὁ θεὸς λόγος σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ ἀσυγχύτως ἐκράθη πρὸς τὸ ἡμέτερον καὶ ἀμεταβλήτως τὴν