18
δι' ἐπιστολῶν ἡμῶν.» Πολλῶν τοιγαροῦν καὶ τοσούτων ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖς; Ἃς μέντοι χρήσεις παράγεις, οὐ τῶν παρ' ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν ἡμετέραν εὐσεβῶς γινομένην ἀναιρεῖν. Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει καὶ τοὺς κατηχουμένους ἡ ἐκκλησία, ἀλλ' ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων· δαίμοσι τὰς εἰκόνας ἀνατιθέασιν Ἕλληνες καὶ θεοὺς ταύτας προσαγορεύουσιν, ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη. Εἰ δὲ φὴς τὸν θεῖον καὶ θαυμαστὸν Ἐπιφάνιον διαρρήδην ταύτας ἀπαγορεῦσαι, πρῶτον μὲν τυχὸν παρεγγεγραμμένος καὶ ἐπίπλαστος ὁ λόγος, ἄλλου μὲν ὢν πόνος, ἑτέρου δὲ τὴν ἐπωνυμίαν ἔχων, ὃ πολλοῖς εἴθισται δρᾶν. ∆εύτερον, ἴσμεν τὸν μακάριον Ἀθανάσιον ἀπηγορευκότα τὸ ἐν λάρναξι τιθέναι τὰ τῶν ἁγίων λείψανα, μᾶλλον δὲ προστάττοντα ὑπὸ γῆν ταῦτα καλύπτειν, τὸ ἄτοπον ἔθος τῶν Αἰγυπτίων καταργῆσαι βουλόμενον, οἳ τοὺς ἑαυτῶν νεκροὺς οὐχ ὑπὸ γῆν ἔκρυπτον, ἀλλ' ἐπὶ κλινῶν καὶ σκιμπόδων ἐτίθουν. Τάχα τοιοῦτόν τι καὶ ὁ μέγας Ἐπιφάνιος ἐπιδιορθώσασθαι θέλων, τὸ μὴ χρῆναι ποιεῖν εἰκόνας ἐνομοθέτησεν, εἴ γε καὶ αὐτοῦ δῶμεν εἶναι τὸν λόγον, ἐπεί, ὅτι γε τούτου σκοπὸς ταύτας οὐκ ἀπωθεῖτο, μάρτυς ἡ τοῦ αὐτοῦ θείου Ἐπιφανίου ἐκκλησία εἰκόσι μέχρις ἡμῶν περικεκοσμημένη. Τρίτον, οὐ τὸ σπάνιον νόμος τῇ ἐκκλησίᾳ «οὐδὲ μία χελιδὼν ἔαρ ποιεῖ», ὡς καὶ τῷ θεολόγῳ Γρηγορίῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· οὐδὲ λόγος εἷς δυνατὸς ὅλης ἐκκλησίας τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν αὐτῆς περάτων ἀνατρέψαι παράδοσιν. 2,16 Οὐ μόνον δὲ γράμμασι τὸν ἐκκλησιαστικὸν θεσμὸν παρέδωκαν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Πόθεν γὰρ οἴδαμεν τὸν κρανίου τόπον τὸν ἅγιον; Πόθεν τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖς παρὰ πατρὸς ἀγράφως παραλαβόντες; Τὸ μὲν ἐν τόπῳ κρανίου σταυρωθῆναι τὸν κύρι ον γέγραπται καὶ ταφῆναι ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως οἴδαμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρίτον βαπτίζειν, τουτέστι διὰ τριῶν καταδύσεων; Πόθεν τὸ κατ' ἀνατολὰς εὔχεσθαι; Πόθεν τὸ προσκυνεῖν σταυρόν; Οὐκ ἐκ τῆς ἀγράφου παραδόσεως; ∆ιὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς ἡμῶν.» Πολλῶν τοιγαροῦν ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖτε; Μανιχαῖοι συνέγραψαν τὸ κατὰ Θωμᾶν εὐαγγέλιον· γράψατε καὶ ὑμεῖς τὸ κατὰ Λέοντα εὐαγγέλιον. Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα. Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ λύειν. Οἶδα Οὐάλεντα βασιλέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν. Οὐ πείθομαι βασιλικοῖς κανόσι διατάττεσθαι τὴν ἐκκλησίαν, ἀλλὰ πατρικαῖς παραδόσεσιν ἐγγράφοις τε καὶ ἀγράφοις. Ὥσπερ γὰρ ἐν ὅλῳ τῷ κόσμῳ ἐγγράφως ἐκηρύχθη τὸ εὐαγγέλιον, οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγράφως παρεδόθη τὸ εἰκονίζειν Χριστὸν τὸν σεσαρκωμένον θεὸν καὶ τοὺς ἁγίους, ὥσπερ καὶ προσκυνεῖν τὸν σταυρὸν καὶ κατ' ἀνατολὰς ἑστῶτας προσεύχεσθαι. Ἃς μέντοι προσάγεις χρήσεις, οὐ τῶν παρ' ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν τῆς ἐκκλησίας εὐσεβῶς γινομένην ἀναιρεῖν. Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει τοὺς κατηχουμένους ἡ ἐκκλησία, ἀλλ' ἐκεῖνοι μὲν ἐπικαλούμενοι