1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

23

∆εύτερος τρόπος εἰκόνος ἡ ἐν τῷ θεῷ τῶν ὑπ' αὐτοῦ ἐσομένων ἔννοια, τουτέστιν ἡ προαιώνιος αὐτοῦ βούλησις ἡ ἀεὶ ὡσαύτως ἔχουσα· ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ ἡ βούλησις αὐτοῦ ἄναρχος, ᾗ, καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ' αὐτοῦ καιρῷ γίνεται τὰ ὁρισθέντα· εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ' αὐτοῦ ἐσομένων ἡ περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ ∆ιονυσίῳ ὀνομάζονται. Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα. Τρίτος τρόπος εἰκόνος ὁ κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ὁ ἄνθρωπος. Πῶς γὰρ ὁ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷ ἀκτίστῳ ἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς (ὁ πατὴρ) καὶ λόγος (ὁ υἱὸς) καὶ πνεῦμα τὸ ἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀρχικόν· λέγει γὰρ ὁ θεός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ εὐθέως ἐπήγαγε· «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ», καὶ πάλιν «καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς.» Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶ ἀσωμάτων σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶ ἀγγέλων διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰ ἀσώματα ἄνευ σχημάτων ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν ὁ πολὺς τὰ θεῖα ∆ιονύσιος ὁ Ἀρεοπαγίτης. Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος, πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς ἁπλοῖς καὶ ἀμορφώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν ὁ θεορήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ· «Ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» Ὁρῶμεν δὲ καὶ ἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον εἰκονίζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας. Πέμπτος τρόπος εἰκόνος λέγεται ὁ προεικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς ἡ βάτος καὶ ὁ ἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος καὶ ὡς ὁ ὄφις τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα. Ἕκτος τρόπος εἰκόνος ὁ πρὸς μνήμην τῶν γεγονότων ἢ θαύματος ἢ ἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶ ἐν ἀρετῇ διαπρεψάντων ἢ κακίας πρὸς θρίαμβον καὶ αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστε ρον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν. ∆ιπλῆ δὲ αὕτη· διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου-εἰκονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε- καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶ ὡς τὰ ὀνόματα τῶν φυλῶν ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦ Ἰορδάνου εἰς τύπον τῶν ἱερέων-βαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳ- τῶν αἰρόντων τὴν κιβωτὸν καὶ