24
τῆς τοῦ ὕδατος ἐκλείψεως. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳ ἀναγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον. Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζεται. Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται. Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματικῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονται-νοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶ ἐνεργεῖν πιστεύονται-, εἰκονίζονται μὲν οὖν σωματικῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶ ὡς ὡράθησαν τοῖς ἀξίοις, ἀλλ' ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος. Ἡ δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀκατάληπτος, εἰ καὶ ἡ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲ ἀσωμάτους· οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύπτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο. Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχημάτων, ὧν εἴδομεν· νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη. Εἰ γὰρ καὶ ἀπὸ τῶν λόγων ἔσθ' ὅτε κατανοοῦμεν σχήματα, ἀλλ' ἐξ ὧν εἴδομεν, καὶ ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν. Οὕτω καὶ ἐφ' ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἢ ἐγευσάμεθα ἢ ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν. Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ' ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης τοῖς ἀσωμάτοις καὶ ἀτυπώτοις καὶ μὴ ἔχουσι σχηματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴ ἐν παντελεῖ ἀγνοίᾳ ὦμεν θεοῦ καὶ τῶν ἀσωμάτων κτισμάτων. Ὁ μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος· ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰ ὑλικὰ σώματα ἀσώματοι. Μὴ θέλων οὖν ὁ θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰ ἀσώματα περιέθηκεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματικὰ ἐν ἀύλῳ ὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχηματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ. Ἀλλὰ καὶ θεοῦ σχήματα καὶ εἰκόνας ἡ γραφὴ ἔχει. Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦ ἀιδιότητος, ἐποίησέ τε τὸν ἄνθρωπον κατ' εἰκόνα αὑτοῦ καὶ καθ' ὁμοίωσιν. Καὶ Ἀδὰμ εἶδε θεὸν καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ-δῆλον δέ, ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷ ὁ θεός-, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ ∆ανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν. Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι· ἔμελλε γὰρ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ ὁ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν' ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ γῆς. Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς Παῦλός φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι.» Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι' ἐμὲ ὀφθέντος σαρκὸς φύσει καὶ