1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

25

προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ («θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε»), ἀλλ' εἰκόνα θεοῦ καὶ πεσὼν προσεκύνησεν. Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ' εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνησεν, ὁμοίως καὶ ∆ανιήλ (ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσεκύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ' ὡς θεοῦ παραστάτῃ καὶ λειτουργῷ. Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ' ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε ∆ανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲ ἐγὼ ὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι' ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι' αἰδοῦς ἄγω. Οὐχ ἡνώθη φύσει ἀγγέ λων ὁ θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων. Οὐκ ἐγένετο ὁ θεὸς ἄγγελος, ἐγένετο δὲ ὁ θεὸς φύσει καὶ ἀληθείᾳ ἄνθρωπος. «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ' ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ' ὑπόστασιν. Οὐ μετέσχον ἄγγελοι οὐδὲ ἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ' ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον· θεότητι γὰρ καθ' ὑπόστασιν ἥνωται καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ' ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμέναι καθ' ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς, μᾶλλον δὲ ἀμφοῖν κατ' ἄμφω, οὐ καθ' ὑπόστασιν ταυτιζόμενοι (ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώματος καὶ αἵματος. Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν; Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ' εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων· παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει· οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρρήθησαν («εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν») οὐδ' ὅτι συμβασιλεύσουσιν οὐδ' ὅτι συνδοξασθήσονται οὐδ' ὅτι ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲ ἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονόμους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ κύριος πρὸς τὸν πατέρα. Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις. Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως. Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι. Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους. Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας· προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, «ὅτι τὰ σύμπαντα» γάρ, φησί, «δοῦλα σά», καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως. Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες· ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν. ∆εύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ' ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ· μόνος γάρ ἐστι