1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

29

ἐπισκόπου Ἀθηνῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον ἐπιστολῆς· Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων. 1,28 ͂2,24 Τοῦ ἁγίου ∆ιονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς· Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαλαβεῖν καὶ μηδὲ ἀτιμάζειν αὐτὰ τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων. (Σχόλιον) Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τὰς τῶν τιμίων εἰκόνας. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων· Ταύτης καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυούσης τε καὶ διαπλαττούσης. (Σχόλιον) Εἰ φιλανθρωπίας ἐστὶ τὸ τοῖς ἀτυπώτοις καὶ ἀμορφώτοις καὶ τοῖς ἁπλοῖς καὶ ἀσχηματίστοις μορφὰς καὶ τύπους περιτιθέναι πρὸς τὴν ἡμετέραν ἀναλογίαν, πῶς τὰ μορφαῖς καὶ σχήμασιν ὁραθέντα μὴ ἀναλόγως ἡμῖν εἰκονίσομεν πρὸς μνήμην καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κίνησιν; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας· Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ' αὐτὰς ἱεραρχία. Τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα θεόν τε καὶ θείαν ἀρετήν, αἱ μὲν ὡς νόες νοοῦσιν κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας. (Σχόλιον) Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλανθρώπως ἡ θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι' ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς; Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλ κέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας. Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι· ὃ γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, ὃ καὶ μέχρι τοῦ νῦν σῴζεται. Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς τὸν μακάριον Βαρλαὰμ τὸν μάρτυρα λόγου, οὗ ἡ ἀρχή· Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι· Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· Ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκην· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. 3,47 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ