1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

30

λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρείαν ἑκάτεροι· ἃ γὰρ ὁ λόγος διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν <...> 1,35͂2,31 ͂3,48 Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων περὶ τοῦ ἁγίου πνεύματος ἀπὸ κεφαλαίου ιζʹ· Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. 3,49 (Σχόλιον) Ὥσπερ οὖν «ὁ μὴ τιμῶν τὸν υἱόν», καθώς φησιν ὁ κύριος, «οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν», οὕτως καὶ ὁ μὴ τιμῶν τὴν εἰκόνα οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ. Ἀλλ' ἴσως ἐρεῖ τις· Τιμᾶν τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάγκη, οὐχὶ δὲ καὶ τῶν ἁγίων. Ὢ τῆς ἀφροσύνης. Ἄκουσον τοῦ κυρίου λέγοντος τοῖς μαθηταῖς· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.» Ὥστε ὁ μὴ τιμῶν τοὺς ἁγίους οὐδὲ αὐτὸν τιμᾷ τὸν κύριον. 1,36͂2,32 (Σχόλιον) Εἰ ἡ εἰκὼν τοῦ βασιλέως βασιλεύς, καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς καὶ ἡ εἰκὼν τοῦ ἁγίου ἅγιος, καὶ οὔτε τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται, ἀλλ' ἡ δόξα τῆς εἰκόνος τοῦ εἰκονιζομένου γίνεται. ∆εδοίκασι τοὺς ἁγίους οἱ δαίμονες καὶ τὴν σκιὰν αὐτῶν δραπετεύουσι· σκιὰ δὲ καὶ ἡ εἰκών, καὶ ταύτην ποιῶ ὡς δαιμόνων ἐλάτειραν. Εἰ δὲ χρῆναι λέγοις νοερῶς μόνον θεῷ συνάπτεσθαι, ἄνελε πάντα τὰ σωματικά, τὰ φῶτα, τὸ εὐῶδες θυμίαμα, αὐτὴν τὴν διὰ φωνῆς προσευχήν, αὐτὰ τὰ ἐξ ὕλης τελούμενα θεῖα μυστήρια, τὸν ἄρτον, τὸν οἶνον, τὸ τῆς χρίσεως ἔλαιον, τοῦ σταυροῦ τὸ ἐκτύπωμα. Ταῦτα γὰρ πάντα ὕλη· ὁ σταυρός, ὁ σπόγγος καὶ κάλαμος, ἡ τὴν ζωηφόρον πλευρὰν νύξασα λόγχη. Ἢ τούτων ἁπάντων ἄνελε τὸ σέβας, ὅπερ ἀδύνατον, ἢ μὴ ἀπαναίνου μηδὲ τὴν τῶν εἰκόνων τιμήν. Χάρις δίδοται θεία ταῖς ὕλαις διὰ τῆς τῶν εἰκονιζομένων προσηγορίας. Ὥσπερ λιτὸν ἡ κογχύλη καθ' ἑαυτὴν καὶ ἡ μέταξα καὶ τὸ ἐξ ἀμφοῖν ἐξυφασμένον ἱμάτιον καὶ καθ' ἑαυτὸ οὐδεμίαν ἔχει τιμήν, ἂν δὲ βασιλεὺς τοῦτο περίθηται, ἐκ τῆς προσούσης τῷ ἠμφιεσμένῳ τιμῆς τῷ ἀμφιάσματι μεταδίδοται· οὕτως αἱ ὕλαι αὐταὶ μὲν καθ' ἑαυτὰς ἀπροσκύνητοι, ἂν δὲ χάριτος εἴη πλήρης ὁ εἰκονιζόμενος, μέτοχοι χάριτος γίνονται κατ' ἀναλογίαν τῆς πίστεως. Εἶδον οἱ ἀπόστολοι τὸν κύριον σωματικοῖς ὀφθαλμοῖς καὶ τοὺς ἀποστόλους ἕτεροι καὶ τοὺς μάρτυρας ἕτεροι. Ποθῶ κἀγὼ τούτους ὁρᾶν ψυχῇ τε καὶ σώματι καὶ ἔχειν ἀλεξίκακον φάρμακον, ἐπεὶ διπλοῦς ἔκτισμαι, καὶ ὁρῶν προσκυνῶ τὸ ὁρώμενον οὐχ ὡς θεόν, ἀλλ' ὡς τιμίων εἰκόνισμα τίμιον. Σὺ τυχὸν ὑψηλός τε καὶ ἄυλος καὶ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ οἷον ἄσαρκος καταπτύεις πᾶν τὸ ὁρώμενον, ἀλλ' ἐγώ, ἐπεὶ ἄνθρωπός εἰμι καὶ σῶμα περίκειμαι, ποθῶ καὶ σωματικῶς ὁμιλεῖν καὶ ὁρᾶν τὰ ἅγια. Συγκατάβηθι τῷ ταπεινῷ μου φρονήματι, ὁ ὑψηλός, ἵνα σου τηρήσῃς τὸ ὑψηλόν. Ἀποδέχεται Χριστὸς τὸν πρὸς αὐτόν μου πόθον καὶ τοὺς οἰκείους αὐτοῦ· χαίρει γὰρ δεσπότης ἐγκωμιαζομένου δούλου εὐγνώμονος, ὁ μέγας ἔφη Βασίλειος ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας. Ἄθρει δὲ οἷα καὶ εἰς Γόρδιον τὸν ἀοίδιμον τῷ λόγῳ γεραίρων φησίν. Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς Γόρδιον τὸν μάρτυρα λόγου· Εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ' ὧν ἀκούουσιν, ἐναγόμενοι· ἡ γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σῳζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. Καὶ μετ' ὀλίγα· Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν δεσπότην