33
τῶν λειψάνων τῶν ἁγίων· Ἐάν μοι ἐγκαλῇς πάλιν, ὦ Ἰουδαῖε, λέγων, ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν, ἀλλ' οὐ τὸ ξύλον δοξάζομεν. (Σχόλιον) Εἰ οὖν τὸν τοῦ σταυροῦ τύπον προσκυνοῦμεν εἰκόνα τοῦ σταυροῦ ποιοῦντες ἐξ οἱασοῦν ὕλης, πῶς τοῦ σταυρωθέντος εἰκόνι μὴ προσκυνήσομεν; Καὶ πάλιν τοῦ αὐτοῦ Λεοντίου· Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀσεβέσιν ἀνθρώποις προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ ὡς θεοῖς αὐτοῖς προσεκύνησεν· καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ' οὐχ ὡς θεὸν αὐτὸν ηὐλόγησε· καὶ πάλιν, τὸν Ἠσαῦ πεσὼν προσεκύνησεν, ἀλλ' οὐχ ὡς θεὸν προσεκύνησεν. Καὶ πάλιν· Πῶς ἐντέλλεται ὑμῖν ὁ θεὸς προσκυνεῖν καὶ τῇ γῇ καὶ τοῖς ὄρεσι; Λέγει γάρ· «Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι», τουτέστι τῇ γῇ. «Ὁ οὐρανὸς γάρ μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», λέγει κύριος. Πῶς δὲ Μωσῆς προσεκύνησεν Ἰοθὸρ εἰδωλολάτρῃ ὄντι, καὶ ∆ανιὴλ Ναβουχοδονόσορ; Πῶς ἐμοὶ ἐγκαλεῖς, ὅτι τιμῶ καὶ προσκυνῶ τοὺς τὸν θεὸν τιμήσαντας καὶ προσκυνήσαντας; Οὐ συμφέρει, εἰπέ μοι, προσκυνεῖν τοῖς ἁγίοις καὶ μὴ ὡς σὺ λιθοβολεῖν; Οὐ συμφέρει προσκυνεῖν καὶ μὴ τούτους καταπρίζειν καὶ ἐν λάκκῳ βορβόρου τοὺς εὐεργέτας καταφέρειν; Εἰ τὸν θεὸν ἠγάπας, πάντως ἂν καὶ τοὺς αὐτοῦ δούλους τιμᾶν ἔμελλες. Καὶ εἰ ἀκάθαρτά εἰσι τῶν δικαίων τὰ ὀστᾶ, πῶς μετὰ τιμῆς πάσης μετεκομίσθησαν τὰ ὀστᾶ τοῦ Ἰακὼβ καὶ Ἰωσὴφ ἐξ Αἰγύπτου; Πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισσαίου εὐθέως ἀνέστη; Εἰ δὲ δι' ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον, ὅτι δύναται καὶ δι' εἰκόνων καὶ λίθων καὶ ἑτέρων πολλῶν, καθὼς καὶ ἐπὶ Ἐλισσαιὲ ἐγένετο, ὃς ἔδωκε τὴν ἰδίαν ῥάβδον τῷ ἑαυτοῦ παιδὶ καὶ εἶπε δι' αὐτῆς πορευθέντα ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. Καὶ Μωσῆς ῥάβδῳ τὸν Φαραὼ ἐκόλασε καὶ θάλασσαν ἔσχισε καὶ ὕδωρ ἐγλύκανε καὶ πέτραν ἔρρηξε καὶ ὕδωρ ἐξήγαγε. Καὶ Σολομών φησιν· «Ηὐλόγηται ξύλον, δι' οὗ γίνεται σωτηρία.» Καὶ Ἐλισσαιὲ ξύλον ἐν Ἰορδάνῃ ἀπορρίψας σίδηρον ἀνήγαγε· καὶ «ξύλον ζωῆς» καὶ «φυτὸν Σαβὲκ» ἤγουν συγχωρήσεως. Καὶ Μωσῆς ξύλῳ ὄφιν ὕψωσε καὶ λαὸν ἐζωοποίησε· ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν ἱερατείαν ἐκύρωσεν. Ἀλλ' ἴσως ἐρεῖς μοι, ὁ Ἰουδαῖος, ὅτι τὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅπαντα ὁ θεὸς γενέσθαι προσέταξε τῷ Μωσῇ· κἀγώ σοι λέγω, ὅτι πολλὰ καὶ ποικίλα πράγματα ὁ Σολομὼν ἐν τῷ ναῷ γλυπτὰ καὶ χωνευτὰ πεποίηκεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ ποιῆσαι προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ταῦτα ἐκέκτητο οὔτε ὁ ναός, ὃν ὁ θεὸς τῷ Ἰεζεκιὴλ ὑπέδειξε, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομών· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ δὴ καὶ ἡμεῖς. Εἶχες καὶ σὺ πολλὰς καὶ διαφόρους πρὸς ἀνάμνησιν θεοῦ εἰκόνας καὶ σήμαντρα, πρὶν ἢ τούτων διὰ τὴν σὴν ἀγνωμοσύνην ἐστερήθης, τουτέστι τὴν Μωσαϊκὴν ῥάβδον, τὰς θεοτύπους πλάκας, τὴν πυρένδροσον βάτον, τὴν ξηρένυδρον πέτραν, τὴν μαννοφόρον κιβωτόν, τὸ πυρένθεον θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον Ἐφούδ, τὴν θεόσκιον σκηνήν· εἰ δὲ καὶ σὺ ἅπαντα ταῦτα νυκτὸς καὶ ἡμέρας κατεσκιάζου λέγων· ∆όξα σοι, ὁ μόνος παντοκράτωρ θεός, ὁ διὰ πάντων τούτων ἐν Ἰσραὴλ θαυμάσια ποιήσας, εἰ δὲ διὰ πάντων τούτων τῶν νομικῶν, ὧν εἶχές ποτε, προσπίπτων τῷ θεῷ προσεκύνεις, ὁρᾷς, ὅτι διὰ τῶν εἰκόνων προσάγεται τῷ θεῷ ἡ προσκύνησις. Καὶ μετ' ὀλίγα· Ὁ γὰρ ἀγαπῶν εἰλικρινῶς φίλον ἢ βασιλέα καὶ μάλιστα τὸν εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ