1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

37

λῃστρικὰ γὰρ τὰ βίᾳ καὶ οὐ πειθοῖ γινόμενα. Καὶ μάρτυς ἡ ἐν Ἐφέσῳ τὸ δεύτερον γεγενημένη σύνοδος, μέχρι δεῦρο λῃστρικὴν δεδεγμένη τὴν ἐπωνυμίαν, βασιλικῇ χειρὶ ἐκβιασθεῖσα, ὅτε Φλαβιανὸς ὁ μακάριος ἀπεκτέννυτο. Συνόδων ταῦτα, οὐ βασιλέων, ὡς ὁ κύριος ἔφησεν· «Ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Οὐ βασιλεῦσι τοῦ δεσμεῖν καὶ λύειν τὴν ἐξουσίαν δέδωκεν ὁ Χριστός, ἀλλ' ἀποστόλοις καὶ τοῖς τούτων διαδόχοις καὶ ποιμέσι καὶ διδασκάλοις. «Κἂν ἄγγελος», φησὶ Παῦλος ὁ ἀπόστολος, «εὐαγγελίσηται ὑμᾶς παρ' ὃ παρελάβετε·» καὶ τὸ ἑξῆς σιωπήσομεν φειδοῖ τὴν ἐπιστροφὴν ἐκδεχόμενοι. Ἂν δὲ ἴδωμεν τὴν διαστροφὴν ἀνεπίστροφον, τότε ἐπάξομεν καὶ τὸ λειπόμενον· ἀλλ' ἀπηύχθω τοῦτο. Εἴ τις εἰσέλθοι εἰς οἶκον, ἐν ᾧ ζωγράφος τοῖς τοίχοις ἱστορίαν Μωσέως καὶ Φαραὼ ἔγραψε χρώμασιν, εἶτα ἐρωτήσει τυχὸν περὶ τῶν ὡς ἐπὶ ξηρὰν διοδευσάντων τὴν θάλασσαν· «Τίνες οὗτοί εἰσιν;» Τί ἐρεῖς ἐρωτώμενος; Οὐχί· «Οἱ υἱοὶ Ἰσραήλ;» «Τίς ὁ ῥάβδῳ παίων τὴν θάλασσαν;» Οὐχί· «Μωσῆς;» Οὕτω καί, εἴ τις τὸν Χριστὸν εἰκονίσει σταυρούμενον, καὶ ἐρωτηθῇ· «Τίς οὗτός ἐστιν;» «Χριστὸς ὁ θεός, ὁ δι' ἡμᾶς σαρκωθείς», ἐρεῖ. Ναί, δέσποτα, προσ κυνῶ πάντα τὰ σὰ καὶ πόθῳ ἐκκαεῖ περιπτύσσομαι, τὴν θεότητα, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸν περὶ ἐμὲ ἔλεον, τὴν συγκατάβασιν, τὴν σάρκωσιν, τὴν σάρκα. Καὶ ὥσπερ ἅψασθαι σιδήρου πεπυρακτωμένου δέδοικα οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὸ ἡνωμένον αὐτῷ πῦρ, οὕτω τὴν σάρκα τὴν σὴν προσκυνῶ οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὴν καθ' ὑπόστασιν ἡνωμένην αὐτῇ θεότητα. Προσκυνοῦμέν σου τὰ πάθη. Τίς εἶδε θάνατον προσκυνούμενον, τίς πάθη σεπτά; Ἀλλ' ὄντως προσκυνοῦμεν τὸν τοῦ θεοῦ μου σωματικὸν θάνατον καὶ τὰ σωτήρια πάθη, προσκυνοῦμέν σου τὴν εἰκόνα· πάντα τὰ σὰ προσκυνοῦμεν, τοὺς θεράποντας, τοὺς φίλους καὶ πρὸ τούτων τὴν μητέρα τὴν θεοτόκον. ∆ιὸ δυσωπῶ τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τῶν ἐκκλησιαστικῶν ἀνθέξεσθαι παραδόσεων· ἡ γὰρ κατὰ μικρὸν τῶν παραδεδομένων ἀφαίρεσις ὡς ἐξ οἰκοδομῆς λίθων θᾶττον ἅπασαν τὴν οἰκοδομὴν καταρρήγνυσιν. Εἴη δὲ ἡμᾶς ἑδραίους, ἀκαμπεῖς, ἀκλονήτους διαμένειν, ἐπὶ πέτραν ὀχυρὰν ἐστηριγμένους, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 3,55 Ἐκ τῆς Φιλοθέου ἱστορίας Θεοδωρήτου, ἐπισκόπου Κύρου, εἰς τὸν βίον τοῦ ἁγίου Συμεῶνος τοῦ Κιονίτου· Περὶ γὰρ Ἰταλίας περιττόν ἐστι καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἐν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας· Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μὴ δυνάμενος εἰς θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν μίμησιν ἔχον. (Σχόλιον) Οὕτω καὶ πᾶς ὁ τιμῶν τὴν εἰκόνα τὸ ἀρχέτυπον δηλονότι τιμᾷ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα γεγενημένον καθυβρίζων. Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῶν γραφέντων ἑκατὸν κεφαλαίων πρὸς Ἀντίοχον τὸν ἄρχοντα κατὰ πεῦσιν καὶ ἀπόκρισιν κεφάλαιον ληʹ· Ἀπόκρισις· Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. Ὅθεν πολλάκις τοῦ χαρακτῆρος λεανθέντος ὡς ξύλον λοιπὸν ἀργὸν τήν ποτε εἰκόνα κατακαίομεν. Ὥσπερ οὖν ὁ Ἰακὼβ μέλλων τελευτᾶν «ἐπὶ τὸ