1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

38

ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσὴφ προσεκύνησεν», οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ δι' ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν καὶ πατέρας πολλάκις καταφιλοῦντες, ἀλλ' ἵνα τὸν πόθον τῆς ἡμετέρας ψυχῆς ἐμφανίσωμεν· ὥσπερ γὰρ καὶ ὁ Ἰουδαῖος τὰς τοῦ νόμου ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα κύριον. Τοῦ Χρυσοστόμου εἰς τὸν τρίτον ψαλμὸν εἰς ∆αυὶδ καὶ Ἀβεσσαλώμ· Ἐπινικίους μὲν ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι, νικηφόρους δέ τινας στήλας ἐπεγείρουσιν ἄρχοντες ἡνιόχοις καὶ ἀθληταῖς καὶ τῷ ἐπιγράμματι ὡς στέμματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι πάλιν ἐν βίβλοις καὶ γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι τὴν αὐτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλοντες. Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ λιθογλύπται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνας ἔγραψεν. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον· Αἱ δὲ εἰκόνες ὥσπερ τὰ ἀρχέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτέρως ἔχειν. Τοῦ αὐτοῦ ἐκ τῶν Θησαυρῶν· Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ πονήματος τοῦ «Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἐνσημαίνεται», περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ, ἕκτον κεφάλαιον· ∆έον μοι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα. Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ· Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται. Τοῦ Χρυσοστόμου ἐκ τοῦ πρὸς Κολασσαεῖς λόγου γʹ· Ἡ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, ἐπεὶ οὐδ' ἂν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθώς ἐστιν εἰκών, καὶ παρ' ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τὸν χαρακτῆρα καὶ τῆς ὁμοιώσεως. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας ἐπιστολῆς, κεφάλαιον ιζʹ· Ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκών, οὐχὶ τὴν ἰσχύν· ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος. Εὐσεβίου τοῦ Παμφίλου ἐκ τῆς πέμπτης βίβλου τῶν ἐν εὐαγγελίοις ἀποδείξεων εἰς τὸ «Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ»· Ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς παλαιοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται καὶ θεωρεῖται εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος οἵ τε τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. Εἴη δ' ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνοοῦντες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. Οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπινον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραάμ, ὅστις ἦν, ἑαυτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὐτῷ παρεδίδου γνῶσιν. Ἐκ τῆς χρονογραφίας Ἰωάννου Ἀντιοχείας τοῦ καὶ Μαλάλα περὶ τῆς αἱμορροούσης καί, ἧς ἐποίησε τῷ σωτῆρι Χριστῷ, στήλης· Ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρῴδης ὁ τοπάρχης εἰς τὸ βασίλειον τῆς Τραχωνίτιδος χώρας, ἐν Σεβαστῇ τῇ πόλει, πρὸ ὀκτὼ Καλανδῶν Ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου. ∆ιὰ τοῦτο λυπούμενος ὁ Ἡρῴδης ὁ βασιλεὺς ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς Ἰουδαίας. Καὶ προσῆλθεν αὐτῷ γυνή τις εὔπορος, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερνίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. Καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν δέδωκε τῷ βασιλεῖ Ἡρῴδῃ αἰτοῦσα στήλην χρυσῆν τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῆς πόλει στῆσαι. Ἥτις δέησις εἶχεν οὕτως· «Σεβαστῷ Ἡρῴδῃ, τοπάρχῃ καὶ θεσμοθέτῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ Τραχωνίτιδος, δέησις καὶ