1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

39

ἱκεσία παρὰ Βερνίκης ἀξιωματικῆς πόλεως Πανεάδος. ∆ικαιοσύνη καὶ φιλανθρωπία καὶ τὰ λοιπὰ τῶν ἀρετῶν περιστέφουσι τὴν ὑμετέραν κορυφήν. Ὅθεν κἀγὼ τοῦτο εἰδυῖα <ἧκον> σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντων τῶν τευξομένων· ἥτις ἡ τοῦ παρόντος προοιμίου κρηπίς· προϊὼν γάρ σε ὁ λόγος διδάξει. Ἐκ παίδων ληφθεῖσα πάθη αἱμορροίας ὀχετῶν εἰς ἰατροὺς ἀναλώσασά μου τὸν βίον καὶ πλοῦτον ἴασιν οὐχ εὗρον. Ἀκηκουῖα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὡς νεκροὺς ἐξανίστησι, πάλιν εἰς φῶς ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσῳ μαραινομένους λόγῳ θεραπεύων, κἀγὼ πρὸς αὐτὸν ὡς πρὸς θεὸν ἔδραμον. Καὶ προσεσχηκυῖα τῷ περιέχοντι αὐτὸν πλήθει, δειλιάσασα, μὴ τὸν ἐκ τοῦ πάθους μολυσμὸν ἀποστρεφόμενος ὀργισθῇ κατ' ἐμοῦ καὶ πλείων μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, καθ' ἑαυτὴν ἐλογισάμην, ὅτι, ἐὰν δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Οὗ καὶ ἁψαμένη καὶ σταθείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. Αὐτὸς δὲ μᾶλλον ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὰ βουλεύματα ἀνέκραξε· «Τίς μου ἥψατο; ∆ύναμις ἀπ' ἐμοῦ ἐξῆλθεν.» Ἐγὼ οὖν ὠχριάσασα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ἀποστρέφειν ἐπ' ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα. Αὐτὸς δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ' ἐμοὶ ἐπεσφράγιζέ μου τὴν ἴασιν εἰρηκώς· «Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.» Οὕτω καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν τῇ δεομένῃ ἀξίαν παράσχετε.» Ὁ δὲ βασιλεὺς Ἡρῴδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη τὸ θαῦμα καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν· «Ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. Πορευθεῖσα τοίνυν, οἵαν βούλει, ἀνάστησον αὐτῷ στήλην δοξάζουσα τὸν ἰασάμενον.» Καὶ εὐθέως αὐτὴ Βερνίκη ἡ πρῴην αἱμορροοῦσα ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ καὶ θεῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου μίξασα χρυσὸν καὶ ἄργυρον. Ἥτις στήλη μένει ἐν Πανεάδι τῇ πόλει ἕως νῦν, οὐ πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα, ἀφ' οὗ ἵστατο, ἐν μέσῳ τῆς πόλεως εἰς ἅγιον τόπον, εἰς οἶκον εὐκτήριον. Ὅπερ ὑπόμνημα εὑρέθη ἐν τῇ αὐτῇ πόλει Πανεάδι παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ, ἐν ᾧ ὑπῆρχεν ὁ βίος τῶν βασιλευσάντων πάντων τῆς Ἰουδαϊκῆς χώρας. Τῆς ἑβδόμης βίβλου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς αἱμορροούσης Πανεάδος· Ἐπειδὴ τῆσδε τῆς πόλεως ἐμνήσθημεν, οὐκ ἄξιον ἡγοῦμαι διήγησιν παρελθεῖν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμορροοῦσαν, ἣν ἐκ τῶν ἱερῶν εὐαγγελίων παρὰ τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὑρέσθαι μεμαθήκαμεν, ἐνθένδε ἐλέγετο ὁρμᾶσθαι τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι καὶ τῆς ὑπὸ τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τοὔμπροσθεν ταῖς χερσὶν ἱκετευούσῃ ἐοικός, οὗ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα διπλοΐδα κοσμίως βεβλημένον καὶ τὴν χεῖρα αὐτῇ ἐκεῖ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης ταύτης ξένον τι βοτάνης εἶδος φύειν, ὡς μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιόν, ἀλεξιφάρμακον πάντων τῶν νοσημάτων τυγχάνειν. Τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ κυρίου Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαντα τῇ πόλει. Καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας παρὰ τοῦ σωτῆρος ἡμῶν τοιαῦτα πεποιηκέναι, ὁπότε καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Πέτρου καὶ Παύλου, καὶ αὐτοῦ τοῦ σωτῆρος διαχρωματιζομένας ἱστορήσαμεν, ὡς εἰκός, τῶν παλαιῶν ἀπαραφυλάκτως, οἷα ἐθνικῆς