40
συνηθείας οὔσης παρ' αὐτοῖς, τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς Ἱστορίας ἐνάτου βιβλίου εἰς τὸν βασιλέα Κωνσταντῖνον· Εὖ μάλα τῆς ἐκ θεοῦ συνῃσθημένος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατιθέναι προστάττει, καὶ δὴ τὸ σωτήριον σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτόν, μάλιστα ἑστώτων ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπων στήσαντας αὐτὴν δὴ ταύτην παραγραφὴν ἐν τάξει ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων κελεῦσαι φωνῇ· «Τούτῳ τῷ σωτηριώδει, τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα, ἔτι μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα.» Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους, βιβλίου πρώτου, κεφαλαίου ιηʹ, περὶ τοῦ αὐτοῦ βασιλέως· Μετὰ ταῦτα δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὢν τὰ περὶ χριστιανισμοῦ ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας, καὶ παύει μὲν τὰ μονομάχια, εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἀπέθετο. Στεφάνου Βοστρηνοῦ κατὰ Ἰουδαίων κεφ. δʹ. Ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων εἰς μνήμην τῶν ἁγίων ἐποιήσαμεν, οἷον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωσέως καὶ Ἡλία καὶ Ζαχαρίοκαὶ τῶν λοιπῶν προφητῶν καὶ ἁγίων μαρτύρων τῶν δι' αὐτὸν ἀναιρεθέντων, ἵνα πᾶς ὁ ὁρῶν αὐτῶν τὰς εἰκόνας μνημονεύῃ αὐτῶν καὶ δοξάζῃ τὸν δοξάσαντα αὐτούς. Τοῦ αὐτοῦ· Περὶ δὲ εἰκόνων θαρροῦμεν, ὅτι πᾶν ἔργον γινόμενον ἐν ὀνόματι θεοῦ καλὸν καὶ ἅγιόν ἐστι. Περὶ δὲ εἰδώλων καὶ ἀγαλμάτων, ἄπαγε· κακὰ γὰρ καὶ ἀλλόκοτα καὶ αὐτὰ καὶ οἱ ποιοῦντες αὐτά. Ἕτερον γάρ ἐστιν εἰκὼν ἁγίου προφήτου, καὶ ἕτερον ἄγαλμα ἢ ζῷδον Κρόνου καὶ Ἀφροδίτης Ἡλίου τε καὶ Σελήνης. Ἐπεὶ δὲ καὶ ἄνθρωπος κατ' εἰκόνα θεοῦ γέγονε, προσκυνεῖται. Ὁ δὲ ὄφις, ἐπειδὴ εἰκών ἐστι διαβόλου, ἀκάθαρτός ἐστι καὶ ἀπόβλητος. Εἰ δὲ τὰ χειροποίητα ἀποβάλλῃ, εἰπέ, ὦ Ἰουδαῖε· Τί ἐστιν ἐπὶ γῆς ἀχειροποίητον, ὃ προσκυνεῖται; Μὴ ἡ κιβωτὸς τοῦ θεοῦ ἀχειροποίητος ἦν; Τὸ θυσιαστήριον καὶ τὸ ἱλαστήριον καὶ τὰ χερουβὶμ καὶ ἡ στάμνος ἡ χρυσῆ ἡ ἔχουσα τὸ μάννα καὶ ἡ τράπεζα καὶ ἡ σκηνὴ ἡ ἐσωτέρα καὶ πάντα, ἃ Ἅγια ἁγίων ἐκλήθησαν ὑπὸ τοῦ θεοῦ; Οὐκ ἦσαν τὰ χερουβὶμ χειροποίητα, εἰκόνες ἀγγέλων; Τί λέγεις; Εἰ εἴδωλα ἀποκαλεῖς αὐτά, τί λέγεις τῷ Μωσῇ προσκυνήσαντι καὶ τῷ Ἰσραήλ; Καὶ ἡ μὲν προσκύνησις τιμῆς ἐστι σύμβολον. Καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν τὸν μὲν θεὸν κατὰ τὴν θεϊκὴν λατρείαν καὶ ἀξίαν προσκύνησιν δοξάζομεν καὶ τρέμομεν ὡς ποιητὴν καὶ χορηγὸν ἡμῶν, τοὺς δὲ ἀγγέλους καὶ δούλους τοῦ θεοῦ κατὰ τιμὴν τοῦ θεοῦ ὡς ποιήματα τοῦ θεοῦ καὶ δούλους αὐτοῦ· εἰκὼν γάρ ἐστιν ὄνομα καὶ ὁμοίωσις τοῦ ἐν αὐτῇ γραφέντος. ∆ιὸ καὶ γράμμασι καὶ χαράγμασιν ἀεὶ μνημονεύομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν ἁγίων προφητῶν τῶν ἐν νόμῳ καὶ εὐαγγελίοις γεγραμμένων. Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ λόγου τοῦ κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου· Οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημόσιαι προκείμεναι. Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ δικαίου Ἰώβ· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.» Καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράφωμεν ἐν τῇ ἱστορικῇ γραφῇ, «Ὁ δεῖνα ἀνέθηκε» γράφομεν, οὕτω καὶ ἐνταῦθα, τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ γράψας, ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰώβ.» Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, βιβλίου δʹ· Ὅσῃ δὲ αὐτοῦ ἡ ψυχὴ πίστεως ἐνθέου ἐστήρικτο δυνάμει, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασιν αὐτὸς τὴν αὐτοῦ εἰκόνα διεγράφετο, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένην