42
Ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου Εὐσταθίου τοῦ καὶ Πλακίδα· Ἐξελθόντος αὐτοῦ ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες ἐπὶ τὰ ὄρη θηρεῦσαι μετὰ τοῦ στρατοπέδου καὶ πάσης τῆς θεραπείας, ὤφθη αὐτῷ ἀγέλη ἐλάφων βοσκομένη. Καὶ διαστήσας κατὰ τὸ σύνηθες τὸν στρατὸν ἐποιεῖτο τὴν κατ' αὐτῶν δίωξιν. Παντὸς δὲ τοῦ στρατοῦ ἐπὶ τὴν σύλληψιν ἀσχολουμένου τῶν ἐλάφων ὁ ὑπερμεγεθέστατος πάσης τῆς ἀγέλης καὶ εὐειδέστατος ἀποσπασθεὶς τῆς ἀγέλης ὥρμησε κατὰ τοῦ δρυμοῦ ἐν τοῖς δασυτέροις τόποις τῆς ὕλης καὶ δυσβάτοις χωρίοις. Ὃν θεασάμενος ὁ Πλακίδας καὶ ἐπιθυμήσας συλλαβέσθαι αὐτόν, καταλιπὼν πάντας μετ' ὀλίγων στρατιωτῶν κατεδίωκεν αὐτόν. Ἀτονησάντων δὲ τῶν συνόντων μόνος προσεκαρτέρει τῇ διώξει. Κατὰ πρόνοιαν δὲ θεοῦ μήτε τοῦ ἵππου αὐτοῦ ἀτονήσαντος μήτε αὐτοῦ πρὸς τὴν δυσχέρειαν τοῦ τόπου ἀποκνήσαντος ἐπὶ πολὺ καταδιώκων μακρὰν εὑρέθη τοῦ στρατοπέδου αὐτοῦ. Ὁ δὲ ἔλαφος ἐκεῖνος καταλαβὼν ἀκρώρειαν πέτρας <ὑψηλοτάτης ἔστη ἐπάνω αὐτῆς· Φθάσας δὲ πλησίον ὁ στρατηλάτης,> μηδενὸς συνόντος αὐτῷ, ἔστη περισκοπῶν πάντοθεν καὶ ἐννοῶν, ποίῳ τρόπῳ λάβηται τοῦ ἐλάφου. Ἀλλ' ὁ πάνσοφος καὶ οἰκτίρμων θεός, ὁ παντοίας ὁδοὺς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπινοήσας, ἀντιθηρεύει τοῦτον ἐν τῇ θήρᾳ, οὐχ ὡς Κορνήλιον διὰ Πέτρου, ἀλλ' ὡς Παῦλον διώκοντα διὰ τῆς ἰδίας ἐπιφανείας. Ἐπὶ πολὺ δὲ ἑστῶτος τοῦ Πλακίδα καὶ ἀτενίζοντος μὲν εἰς τὸν ἔλαφον, θαυμάζοντος δὲ αὐτοῦ τὸ μέγεθος καὶ ἀμηχανοῦντος περὶ τὴν σύλληψιν δείκνυσι κύριος τεράστιόν τι τοιοῦτον οὐκ ἀπεικὸς οὐδὲ ὑπερβαῖνον τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ λόγον ἐνθεὶς τῇ ὄνῳ ἤλεγξεν αὐτοῦ τὴν διάνοιαν, οὕτως καὶ ἐνταῦθα δείκνυσι τούτῳ ἐπὶ μὲν τῶν κεράτων τοῦ ἐλάφου τὸν τύπον τοῦ ἁγίου σταυροῦ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου λάμποντα, μέσον δὲ τῶν κεράτων τὴν εἰκόνα τοῦ θεοφόρου σώματος, οὗ διὰ τὴν ἡμετέραν σωτηρίαν ἀναλαβεῖν κατεδέξατο· καὶ φωνὴν ἀνθρωπίνην ἐνθεὶς τῇ ἐλάφῳ προσκαλεῖται τὸν Πλακίδαν λέγων· «Ὦ Πλακίδα, τί με διώκεις; Ἰδοὺ ἕνεκέν σου παρῆν καὶ ἐν τῷ ζώῳ τούτῳ ὤφθην σοι. Ἐγώ εἰμι Ἰησοῦς ὁ Χριστός, ὃν ἀγνοῶν σέβῃ· αἱ γὰρ εὐποιίαι σου, ἃς σὺ ποιεῖς εἰς τοὺς δεομένους, παρέστησαν ἐνώπιόν μου, καὶ ἦλθον ἐμφανίσαι σοι ἐμαυτὸν διὰ τοῦ ἐλάφου τούτου καὶ ἀντιζωγρῆσαί σε καὶ συσχεῖν τοῖς δικτύοις τῆς φιλανθρωπίας μου. Οὐ γάρ ἐστι δίκαιον, τὸν ἐμοὶ προσφιλῆ διὰ τῶν ἀγαθῶν ἔργων δουλεύειν δαίμοσιν ἀκαθάρτοις καὶ εἰδώλοις νεκροῖς καὶ κωφοῖς. ∆ιὰ γὰρ τοῦτο ἦλθον ἐπὶ γῆς ἐν τῷ εἴδει τούτῳ, ᾧ νῦν ὁρᾷς, σῶσαι θέλων τὸ τῶν ἀνθρώπων γένος.» Τοῦ ἁγίου Λεοντίου Νεαπόλεως τῆς Κυπρίων νήσου πρὸς Ἰουδαίους, πέμπτου λόγου· Φέρε δὴ λοιπόν, φέρε προθύμως καὶ τὴν τῆς ἐκτυπώσεως τῶν σεπτῶν εἰκόνων ἀπολογίαν ποιησώμεθα, ὅπως ἐμφραγῶσι στόματα ἀνόμων λαλούντων ἄδικα· νομικὴ γὰρ αὕτη ἡ παράδοσις καὶ οὐχ ἡμετέρα. Ἄκουσον γὰρ αὐτοῦ τοῦ θεοῦ λέγοντος πρὸς Μωσέα εἰκόνας δύο χερουβὶμ γλυπτῶν καὶ χωνευτῶν κατασκευάσαι σκιαζόντων τὸ ἱλαστήριον. Καὶ πάλιν τὸν ναὸν ἔδειξεν ὁ θεὸς τῷ Ἰεζεκιήλ, γλυπτὰ πρόσωπα, φησίν, εἶχε λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων καὶ χερουβίμ, ἀπὸ τοῦ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης. Ὄντως φοβερὸς ὁ λόγος. Ὁ θεὸς ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι γλυπτὸν μήτε εἰκόνα μήτε ὁμοίωμα, ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς, αὐτὸς προστάσσει τῷ Μωσῇ ποιῆσαι γλυπτὰ ζῷα χερουβίμ, καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὀνομάτων γλυπτῶν λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων δείκνυσι τὸν ναὸν ὁ θεός. Καὶ Σολομὼν ἐκ νόμου λαβὼν τὸ τύπωμα πλήρη πεποίηκε τὸν ναὸν χαλκῶν γλυπτῶν, βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ὑπὸ τοῦ