44
φρίττεις καὶ ἐρυθριᾷς, ὁρῶν με καθ' ἑκάστην ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων ἀνεγείροντα. Εἰ τὰ εἴδωλα προσεκύνουν, διατί τοὺς μάρτυρας τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα; Εἰ δὲ τὰ ξύλα, ὡς φῄς, δοξάζω, πῶς τιμῶ τοὺς ἁγίους τοὺς τὰ ξύλινα ξόανα τῶν δαιμόνων κατακαύσαντας; Εἰ δὲ καὶ τοὺς λίθους δοξάζω, πῶς δοξάζω τοὺς ἀποστόλους τοὺς τὰ λίθινα εἴδωλα κατακλάσαντας; Εἰ τὰς εἰκόνας τῶν ψευδωνύμων θεῶν σέβω, πῶς δοξάζω καὶ ἐπαινῶ καὶ ἑορτὰς ἐπιτελῶ τῶν τριῶν παίδων τῶν ἐν Βαβυλῶνι ἀθλησάντων καὶ τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνησάντων τῇ εἰδωλικῇ; Ἀλλ' ὄντως πολλὴ τῶν ἀνόμων ἡ πώρωσις, πολλὴ τύφλωσις. Ὦ Ἰουδαῖε, πολλὴ ἡ ἀναίδειά σου καὶ ἡ ἀσέβεια· ἀληθῶς ἀδικεῖται ὑπὸ σοῦ ἡ ἀλήθεια. «Ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου·» κρῖνον καὶ δίκασον ἡμῖν ἐξ ἔθνους οὐχ ὁσίου, ἀλλὰ ἀνοσίου καὶ ἀλλοτρίου καὶ παροξύνοντός σε διὰ παντός. Τοῦ αὐτοῦ· Εἰ μὲν οὖν, ὡς πολλάκις εἶπον, τῷ ξύλῳ καὶ τῷ λίθῳ ὡς θεῷ προσεκύνουν, εἶπα ἂν κἀγὼ τῷ ξύλῳ καὶ λίθῳ· «Σύ με ἐγέννησας.» Εἰ δὲ τὰς εἰκόνας τῶν ἁγίων προσκυνῶ, τοὺς ἁγίους μᾶλλον, καὶ προσκυνῶ τὰς τῶν ἁγίων μαρτύρων ἀθλήσεις καὶ τιμῶ, πῶς λέγεις εἴδωλα ταῦτα, ὦ ἀνόητε; Τὰ γὰρ εἴδωλα τῶν ψευδωνύμων, τῶν μοιχῶν καὶ φονευτῶν καὶ τεκνοθυτῶν καὶ μαλακῶν ὁμοιώματά εἰσι καὶ οὐ προφητῶν οὐδὲ ἀποστόλων. Καὶ ἵνα ἐκ μέρους παραστήσω σοι σύντομον καὶ πιστότατον ὑπόδειγμα περὶ χριστιανικῶν καὶ Ἑλληνικῶν ὁμοιωμάτων, ἄκουσον. Εἶχον ἐν Βαβυλῶνι οἱ Χαλδαῖοι ὄργανα παντοῖα μουσικὰ πρὸς θεραπείαν εἰδώλων δαιμόνων, εἶχον δὲ καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ Ἱερουσαλὴμ ὄργανα, ἃ ἐπὶ ταῖς ἰτέαις ἐκρέμασαν· καὶ ἀμφότερα ὄργανα καὶ νάβλαι καὶ κιθάραι καὶ αὐλοὶ ὑπῆρχον, ἀλλὰ τὰ μὲν εἰς δόξαν θεοῦ ἐγένοντο, τὰ δὲ εἰς θεραπείαν τῶν δαιμόνων ἀντίμιμα. Οὕτω λοιπὸν καὶ ἐπὶ τῶν εἰκόνων καὶ εἰδώλων Ἑλληνικῶν καὶ χριστιανικῶν νόει, ὅτι ἐκεῖνα μὲν εἰς δόξαν διαβόλου καὶ μνήμην κατεσκευάσθησαν, ταῦτα δὲ εἰς δόξαν Χριστοῦ καὶ ἀποστόλων καὶ μαρτύρων καὶ ἁγίων αὐτοῦ. Τοῦ αὐτοῦ· Ὅταν τοίνυν ἴδῃς χριστιανὸν προσκυνοῦντα τῷ σταυρῷ, γνῶθι, ὅτι διὰ Χριστὸν τὸν σταυρωθέντα καὶ οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνεῖ. Ἐπεὶ πάντα ἂν τὰ ξύλα προσεκυνοῦμεν τοῦ ἀγροῦ, καὶ ὥσπερ ὁ Ἰσραὴλ προσεκύνει τὰ ἄλση καὶ τὰ δένδρα λέγων· «Σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας.» Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μνήμην καὶ γραφὴν ἔχομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν δι' αὐτὸν ἀθλησάντων ἐν ταῖς ἐκκλησίαις καὶ οἴκοις ἔχομεν πάντα δι' αὐτὸν ποιοῦντες, τὸν ἡμέτερον κύριον. Καὶ αὖθις, εἰπέ, ὦ Ἰουδαῖε, ποία γραφὴ ἐπέτρεψε Μωσεῖ προσκυνῆσαι Ἰοθόρ, τῷ γαμβρῷ αὐτοῦ, εἰδωλολάτρῃ ὄντι, καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμὼρ καὶ ∆ανιὴλ τῷ Ναβουχοδονόσορ ἀσεβεῖ ὄντι; Καὶ εἰ ἐκεῖνοι δίκαιοι καὶ προφῆται <ὄντες> διὰ κοσμικὴν καὶ πρόσκαιρον ζωὴν ταῦτα ἐποίουν, πῶς ἐμοὶ ἐγκαλεῖς προσκυνοῦντι ταῖς ἁγίαις τῶν ἁγίων μνήμαις γραφικαῖς καὶ ἱστορικαῖς καὶ τὰ πάθη καὶ τὰς ἀθλήσεις, ἐξ ὧν καθ' ἡμέραν εὐεργετοῦμαι καὶ αἰώνιον καὶ ἀΐδιον ζωὴν ἐκδέχομαι; Τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου δʹ τόμου· Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν κατὰ τὸν μῆνα τὸν ∆εκέμβριον, ἔχοντα αὐτὸν τριακάδα καὶ πέμπτην ἡμέραν, θαῦμα φοβερὸν καὶ ἐξαίσιον πᾶσάν τε ἀκοὴν ἀνθρώπων καταπλῆττον γεγένηται. Ὀλύμπιος γάρ τις τοὔνομα Εὐθυμίου τοῦ τῆς Ἀρείου θρησκείας ἐξάρχοντος τὸν βαδιστὴν παραχορεύων ἐν τῷ λουτρῷ τοῦ παλατίου Ἑλενιανῶν γενόμενος κατὰ τὸν προμαλάττοντα καὶ θεασάμενός τινας τῶν λουομένων τὴν τοῦ ὁμοουσίου δόξαν σεμνύνοντας ἔφη αὐταῖς λέξεσιν οὕτως· «Τί γάρ ἐστιν ἡ τριάς; Ποίῳ δὲ τοίχῳ οὐκ ἐπιγέγραπται;» Καὶ κρατήσας τῶν ἑαυτοῦ ἀναγκαίων ἔφη· «Ἴδε, κἀγὼ τριάδα ἔχω», ὥστε κινηθέντας τοὺς ἐκεῖ εὑρεθέντας μέλλειν αὐτὸν διαχειρίζεσθαι· ἀλλ' εἴρχθησαν ὑπό τινος Μάγνου,