1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

45

πρεσβυτέρου τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι, ἀνθρώπου θαυμαστοῦ καὶ τὸν θεὸν θεραπεύοντος, φήσαντος πρὸς αὐτούς, ὡς οὐκ ἂν διαλάθῃ τὸν τῆς παντεφόρου δίκης ὀφθαλμὸν ἀκριβεῖ λόγῳ γράφοντα. Αἰδοῖ δὲ τοῦ ἀνδρὸς τῆς ταραχῆς παυσαμένων ἐξανέστη ὁ Ὀλύμπιος καὶ τῇ ἐμβάσει τῶν θερμῶν ὡς ἔθος χρησάμενος ἔξεισιν ἐπὶ τὴν τῶν ψυχρῶν ὑδάτων δεξαμένην, ἥτις λαμβάνει τὰ ὕδατα ἐκ πηγῆς τικτομένης μέσον τοῦ σεπτοῦ θυσιαστηρίου τοῦ εὐαγοῦς οἴκου τοῦ πρωτομάρτυρος Στεφάνου, ὃν ἐν παλαιοῖς ἔκτισεν ἀξιώμασιν ἀρχοντικοῖς διαλάμψας Αὐρηλιανός· ἐνθένδε ἡγοῦμαι θείας ἐποψίας τὸ ὕδωρ ἀξιοῦσθαι. Ἐν ᾗ καταβὰς θᾶττον ἐπαναβαίνει κραυγάζων· «Ἐλεήσατέ με, ἐλεήσατε», καὶ κνήθων αὐτοῦ τὰς σάρκας τῶν ὀστῶν ἀπεμέριζε. Πάντες δὲ περὶ αὐτὸν γενόμενοι καὶ κρατήσαντες, σινδόνι περιτυλίξαντες ἀνέκλιναν ψυχορραγοῦντα. Ἐπηρώτων δέ, τί ἂν εἴη τὸ συμβάν· καί φησιν ὁ Ὀλύμπιος· «Ἄνδρα κατεῖδον λευχειμονοῦντα ἐπιβάντα μοι κατὰ τῆς νεροφόρου καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντά μοι καὶ λέγοντά μοι· «Μὴ δυσφήμει».» Λαβόντες δὲ αὐτὸν φορείῳ οἱ αὐτῷ διαφέροντες μετεκόμισαν ἐν ἑτέρῳ λουτρῷ προσκειμένῳ τῇ τῶν Ἀρειανῶν ἐκκλησίᾳ. Θελόντων δὲ αὐτῶν ἀποτυλίξαι τὴν σινδόνα ἀπ' αὐτοῦ συνεξέπαιρον πάσας τὰς σάρκας αὐτοῦ, καὶ οὕτως νεκρωθεὶς ἀπέδωκε τὸ πνεῦμα. Γνωστὸν δὲ ἐγένετο τοῦτο σχεδὸν καθ' ὅλης τῆς βασιλίδος. Ἐφήμιζον δέ τινες περὶ τοῦ πεπονθότος, ὡς χρόνοις τισὶν ἀπὸ τῆς τὸ ὁμοούσιον δοξαζούσης θρησκείας εἰς τὴν Ἀρείου μετεβαπτίσατο λατρείαν. Ἐπειδὴ δὲ τὸ συμβεβηκὸς καὶ ἀκοαῖς βασιλέων ἐπλησίασεν-Ἀναστάσιος δὲ ἦν-, ἐπέτρεψεν εἰκόνι χρωματισθὲν τὸ τεράστιον ὕπερθε τῆς νεροφόρου καταπαγῆναι. Ἰωάννης δέ τις διάκονος καὶ ἔκδικος τοῦ προλεχθέντος εὐαγοῦς οἴκου Στεφάνου τοῦ τῶν μαρτύρων πρώτου, ἀνὴρ εἰ καί τις ἄλλος ζῆλον ὑπὲρ τοῦ ὁμοουσίου δόγματος ἑκάστοτε ἐνδεικνύμενος καὶ αὐτὸς εἰκόνι κατέγραψεν, ἀλλ' οὐχ ἁπλῶς· τῶν γὰρ ἐκεῖσε λουομένων καὶ θεασαμένων τὰ ὀνόματα κατέγραψε, καὶ ἔνθα εἴη ἕκαστος οἰκῶν, ἔτι τε καὶ τῶν τοῖς ὕδασιν ὑπηρετούντων. Μαρτυρεῖ δὲ ἡ εἰκὼν ἄχρι τοῦ παρόντος πεπηγυῖα ἐν τῷ ἐμβόλῳ τοῦ τετραστόου τοῦ πολλάκις εἰρημένου εὐκτηρίου. Ἐπειδὴ δὲ τῷ θαύματι θαῦμα ἐπηκολούθησεν, οὐχ ὅσιον παριδεῖν τῆς αὐτῆς ὑποθέσεως τυγχάνον, ὅπερ, εἰ καὶ τὸν παρόντα καιρὸν ὑπερῆλθε, λέγειν οὐκ ὀκνήσω. Θεασάμενοι γὰρ οἱ τῆς Ἀρείου συμμορίας ἐπικρατοῦντα θρίαμβον ἐλιπάρησαν τὸν τοῦ παλατίου Ἑλενιανῶν τὴν φροντίδα πεπιστευμένον ὡς ἐξάρχοντα καὶ τῆς τοῦ λουτροῦ διοικήσεως καθελόντα, κατακρύψαι τὴν εἰκόνα. Ὃς πρόφασιν εὐμήχανον εὑράμενος τὴν ἐκ τῶν ὑδάτων προσγινομένην νοτίδα ὡς σκυλθεῖσαν τὴν εἰκόνα ἀφελόμενος, φησίν, ἐπὶ διορθώσει κατέκρυψεν. Ἣν ὁ βασιλεύς, ἐγκυκλίους ἐπιδημίας τελῶν εἰς ἕκαστον τόπον βασιλικόν, παραγενόμενος κἀκεῖσε τὴν εἰκόνα ἐπεζήτει· καὶ οὕτως αὖθις τῷ τοίχῳ κατεπάγη. Παρὰ πόδας δὲ τὸν Εὐτυχιανόν (τοῦτο γὰρ ἦν ὄνομα τῷ διαιταρίῳ) ὀργή τις θεοδίκαστος παραλαβοῦσα τὸν μὲν δεξιὸν ὀφθαλμὸν διαρρεῦσαι πεποίηκε, κακίστως δὲ καὶ τὰ λοιπὰ περισείουσα μέλη, προσπελάσαι παρεσκεύασε τῷ εὐαγεῖ εὐκτηρίῳ, ἔνθα πεπίστευται ἀναπαύεσθαι μέρος ἱερῶν λειψάνων τῶν θεσπίων Παντολέοντος καὶ Μαρίνου, ἐπικαλουμένου τοῦ τόπου Ὁμόνοια ἐκ τοῦ ἐκεῖ συνελθόντας τοὺς ἑκατὸν πεντήκοντα ἐπισκόπους ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως κοινήν τινα καὶ συμπεφωνημένην διδασκαλίαν τοῦ τε ὁμοουσίου τῆς θείας τριάδος ποιήσασθαι καὶ τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου τρανῶσαι τὴν ἐκ παρθένου πρόσληψιν, ταύτην τὴν ἐπωνυμίαν τεκτήνασθαι. Ἡμέρας τε περίπου ἑπτὰ προσκαρτεροῦντος καὶ ὀνοῦντος οὐδέν, ἀλλὰ καὶ διαβρωθέντων αὐτῷ καὶ τῶν διδύμων, μεσούσης μιᾶς τῶν νυκτῶν ὁ λαχὼν ὑποδιάκονος τὴν παννύχιον ἔχειν ὁρᾷ κατ' ὄναρ βασιλέα τινὰ ἐπιστάντα καὶ τῇ χειρὶ