48
προσρηγνυμένων καθ' ἑκάστην πόλιν ἐπισκόπων ἐπισκόποις δήμων τε δήμοις ἐπανισταμένων καὶ μονονουχὶ συμπληγάδαις, κατακοπτόντων ἀλλήλους, ὥστε ἰδεῖν φρενῶν ἐκστάσει ἀνοσίως ἐγχειρεῖν καὶ τὰς βασιλέων ἀφρόνως ὑβρίζειν εἰκόνας. Τῆς ἐκκλησιαστικῆς ἱστορίας, περὶ τῶν τὰ ∆ιοσκόρου φρονούντων· Εἰς τοσοῦτον γὰρ ἐληλύθει τῆς τόλμης, ὥστε καὶ τὰ τῶν ἐκεῖ γεγονότων μακαρίων ποιμένων ὀνόματα τῶν ἱερῶν διπτύχων ἀνεῖλε καὶ τὰς αὐτῶν εἰκόνας καθεῖλε κατακαύσας τυραννικῶς. Τῆς αὐτῆς ἱστορίας, περὶ τοῦ διαδεξαμένου τὸν θρόνον Κωνσταντινουπόλεως μετὰ Μακεδόνιον αἱρετικοῦ· Οὗτος ὁ ἀνόσιος ἐν ταῖς συνάξεσιν ἀπερχόμενος τοὺς σεπτοὺς οἴκους ἀναθεωρεῖσθαι κελεύων, εἴ που μὴ γεγραμμένον ἐν εἰκόνι εὕρισκε Μακεδόνιον, ταύτην εἰ μὴ καθεῖλεν, οὐκ ἂν ἐλειτούργει. Τῆς αὐτῆς ἱστορίας, περὶ Ἰουλιανοῦ καὶ Τιμοθέου {τοῦ καὶ Αἰλούρου}· Τοῦτον τὸν Ἰουλιανὸν γνωρίζουσί τινες τῶν ταῖς ταραχαῖς χαιρόντων Τιμοθέῳ τῷ ἐπισκόπῳ ὑπὸ τοῦ προλεχθέντος Μακεδονίου συγκροτη θέντα, καὶ δι' ἣν αἰτίαν συνεκροτεῖτο. ∆ιὰ τῶν ὑπηρετουμένων αὐτῷ θᾶττον παρενέγκας παρόντων καὶ πολιτικῶν ἀρχόντων ἐν τῷ ἐπισκοπείῳ ἠνάγκαζε τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι ὑποβαλεῖν. ∆εόμενος δὲ ὁ γέρων ταῖς εἰκόσι τῶν κατοιχομένων ἱερέων Φλαβιανοῦ καὶ Ἀνατολίου τῶν ἀρχιεπισκόπων ἐν Κωνσταντινουπόλει κεχρωματισμένων, δι' ὧν ἡ ἐν Χαλκηδόνι σύνοδος τὸ κῦρος ἐκτήσατο, ἐκραύγαζεν· «Εἰ μὴ θέλετε ἀφήσειν τὰ τῆς λελεγμένης ἁγίας συνόδου ἀναθεματίσαι, τὰς τῶν ἐπισκόπων εἰκόνας καὶ τῶν ἱερῶν διπτύχων ἀπαλεῖψαι <...>« Τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν ἅγιον Φλαβιανὸν Ἀντιοχείας· Καὶ ὁ ὄχλος ἐδείχθη τοῦτο, ὅπερ ἐστίν· ἀλόγῳ γὰρ χρησάμενοι ὁρμῇ στρατηγῷ ὥρμων κατὰ τῶν βασιλικῶν εἰκόνων καὶ στηλῶν καὶ καταβαλόντες ταύτας ἔσυρον διὰ τῆς ἀγορᾶς. Ἡ γὰρ μανία τὰς φρένας ἐλύττησε καὶ τοὺς σώφρονας λογισμοὺς ἐτύφλωσεν ὁ θυμός. Τοῦ αὐτοῦ λόγου ἐκ τοῦ πατριάρχου Φλαβιανοῦ πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα· Ἡμάρτομεν, ὦ βασιλεῦ· οὐ κρύπτομεν τὴν ἁμαρτίαν, ἧς καὶ ἡ κτίσις κατηγορεῖ. Οὐκ ἀρνούμεθα τὴν μανίαν, ἣν κατὰ τῶν σῶν εἰκόνων ἐμάνημεν, μᾶλλον δὲ καθ' ἑαυτῶν, ἀλλὰ τὴν φιλανθρωπίαν ὡς κατάκριτοι περιμένομεν. Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τοῦ ἁγίου Φλαβιανοῦ· Μὴ διαφθείρῃς τοσαύτας εἰκόνας διὰ μίαν εἰκόνα χαλκῆν. Μὴ συντρίψῃς τοσαῦτα πλαστουργήματα θεῖα δι' ἓν χαλκότυπον πλαστούργημα δυνάμενον χωνευθῆναι ῥᾳδίως. Τοῦ αὐτοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς ὁ νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι στίφη βαρβάρων διώκοντα καὶ πατούμενα βαρβάρων φῦλα καὶ τὸν ∆αυὶδ ἀληθεύοντα· «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Τοῦ ἁγίου Βασιλείου εἰς τὸ ἐγκώμιον τῶν ἁγίων τεσσαράκοντα μαρτύρων· ∆εῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας, ἐπεὶ καὶ πολέμων ἀνδραθήματα καὶ λογογράφοι καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπ' ἀνδρείαν ἐπήγειραν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τῶν ἐπῶν· Ἢ μὴ διδάσκειν ἢ διδάσκειν τῷ τρόπῳ, Μὴ τῇ μὲν ἕλκειν, τῇ δ' ἀπωθεῖσθαι χεροῖν, Ἧττον δεήσῃ τοῦ λέγειν πράττων, ἃ δεῖ. Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Τοῦ αὐτοῦ μετάφρασις· Ἐάν, φησί, τῷ τρόπῳ οὐ διδάσκῃς, μὴ δίδασκε τῷ λόγῳ, ἵνα μή, οὓς ἕλκῃς τῷ λόγῳ, τούτους διὰ τὸ μὴ ἔχειν τρόπον χρηστὸν ἀποδιώκῃς· πράττων γάρ, ἅπερ χρή, αὕτη ἡ ἀρτία πρᾶξις καὶ λόγος