52
ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν δεῖ. Τοιοῦτόν τι νομίζω συμβῆναι περὶ τὴν τοῦ νόμου σκιὰν ἤτοι τὸ γράμμα· σκιὰν γὰρ αὐτὸν καλεῖ ὁ ἀπόστολος. Ἐφ' ὅσον γὰρ ἐταμιεύετο τὸν καιρὸν τῆς ἀληθείας ἡ χάρις, τοὺς τύπους προεῖπον οἱ ἅγιοι θεωροῦντες ὡς ἐν ἐσόπτρῳ τὴν ἀλήθειαν. Ἐλθούσης δὲ τῆς ἀληθείας ζῆν μὲν κατὰ τοὺς τύπους οὐκ ἐνόμιζον εἶναι καλὸν καὶ τούτοις ἀκολουθεῖν ἔτι. Παρόντων γὰρ τῶν πραγμάτων παρέλκει λοιπὸν ὁ τύπος τοῦ πράγματος. Πλὴν καὶ οὕτως οὐκ ἠτίμαζον οὐδὲ παρεῖλκον, ἀλλ' ἐτίμων τὸν τύπον καὶ τοὺς ἀτιμάζειν ἐπιχειροῦντας ἀσεβεῖς ἔκρινον καὶ θανάτου διὰ κολάσεως πικρᾶς ἀξίους. Τοῦ αὐτοῦ, λόγου τρίτου· Ὥσπερ ἂν εἴ τις εἰκόνα βασιλέως διὰ τὸ καθῆκον τῆς περὶ τὸν βασιλέα προσκυνεῖ τιμῆς οὐδὲν οὖσαν ἢ κηρὸν καὶ χρώματα. Τῆς ἁγίας καὶ οἰκουμένης πέμπτης συνόδου ἀναθεματισμὸς ιβʹ· Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ παθῶν ψυχικῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτι σθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβόντα καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ κατὰ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνεῖσθαι, ἀνάθεμα ἔστω. Θεοδώρου ἱστοριογράφου Κωνσταντινουπόλεως ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ Γενναδίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως· Ἕτερα δὲ αὐτοῦ παραθήσομαι καταπλήξεως μεστά. Ζωγράφος τις τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ γράφων τὼ χεῖρε ἀπέψυκτο. Καὶ ἐλέγετο, ὡς ὑπὸ Ἕλληνός τινος τὸ ἔργον ἐπιταγὲν τῆς εἰκόνος ἐν τῷ προσχήματι τοῦ ὀνόματος τοῦ σωτῆρος γεγράφηκεν ἐξ ἑκατέρου τὰς τρίχας ἐπὶ κεφαλῆς διεστώσας, ὡς μὴ τὰς ὄψεις καλύπτεσθαι-τοιούτῳ γὰρ σχήματι Ἑλλήνων παῖδες τὸν ∆ία γράφουσι-πρὸς τὸ τοὺς ὁρῶντας νομίζειν τῷ σωτῆρι τὴν προσκύνησιν ἀπονέμεσθαι. Τοῦ ἀββᾶ Μαξίμου καὶ Θεοδοσίου ἐπισκόπου καὶ τῶν ἀρχόντων τῶν ἀποσταλέντων παρὰ τοῦ βασιλέως· Ὁ ὅσιος Μάξιμος εἶπεν· «Ἐπὰν δὲ ἔδοξε ταῦτα γενέσθαι, ἔκβασις γένοιτο τῶν δοξάντων, καὶ ὅπου κελεύετε, ἀκολουθῶ ὑμῖν.» Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες καὶ μετὰ δακρύων ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε· καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς τεκούσης αὐτὸν ἁγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων. Τοῦ ἁγίου Σωφρονίου ἐκ τῶν θαυμάτων τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου εἰς Θεόδωρον τὸν ὑποδιάκονον ποδαγριοῦντα· Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος δι' ὀλίγων τὸν λόγον ποιούμενοι. Μετ' ὀλίγας δὲ ταύτας τὰς ἡμέρας ἐκάθευδε καὶ πάλιν παρεστῶτας βλέπει τοὺς μάρτυρας καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας. Ὁ δὲ σφίσι προθυμότερον εἵπετο· ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι. Ἐλθόντες οὖν εἰς ναὸν τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δὲ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον, καὶ εἴσω τούτου γενόμενοι μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν, μέσον δὲ τὸν δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, τὴν δέσποιναν θεοτόκον εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν τὸν ἐκ κοιλίας σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκούετο, καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου χοροῦ καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως· μεθ' ὧν ἐτύγχανε Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι τῷ δεσπότῃ προσέπιπτον γόνατα κάμπτοντες καὶ τὰς κεφαλὰς εἰς ἔδαφος τύπτοντες καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες. Ταῦτα δὲ ἦν τὰ τῆς πρεσβείας