1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

54

Ταῦτα εἰποῦσα καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς θεοτόκου θαρρήσασα κινῶ ἐμαυτὴν ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ ἑστῶσα ἐποιούμην τὴν δέησιν, καὶ ἔρχομαι πάλιν καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα. Καὶ οὐκέτι ἦν ὁ ὠθῶν με καὶ ἀντωθούμενος καὶ οὐδεὶς ὁ κωλύων τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι' ἧς εἰς τὸν οἶκον εἰσῄεσαν. Ἔλαβεν οὖν με φρίκη καὶ ἔκστασις καὶ ὅλη δι' ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Ῥίψασα τοίνυν ἐμαυτὴν ἐπὶ τῆς γῆς καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος ἔτρεχον ἐξιοῦσα καὶ πρὸς τὴν ἐγγυησαμένην γενέσθαι σπουδάζουσα. Γίνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ἐπεγράφη χειρόγραφον καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς ἀειπαρθένου καὶ θεοτόκου τούτοις ἐχρησάμην τοῖς ῥή μασιν· «Σὺ μέν, φιλάγαθε δέσποινα, τὸ σὸν ἐπ' ἐμοὶ ἐνεδείξω φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν. Εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι. ∆όξα τῷ θεῷ τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν.» Καὶ τὰ ἑξῆς. Ἐκ τοῦ βίου τῆς ἁγίας Εὐπραξίας· Λέγει ἡ διάκονος τῷ κορασίῳ· «Ὕπαγε, κυρία μου, εἰς τὸν οἶκόν σου, ὅτι οὐ δύνασαι ὧδε παραμεῖναι. Οὐδὲ γὰρ δύναταί τις ὧδε παραμεῖναι, ἐὰν μὴ συντάξηται τῷ Χριστῷ.» Λέγει αὐτῇ τὸ κοράσιον· «Ποῦ ἐστιν ὁ Χριστός;» Ἡ διάκονος ἐπέδειξεν αὐτῇ τὸν δεσποτικὸν χαρακτῆρα. Καὶ στραφεῖσα λέγει τῇ διακόνῳ· «Ἀληθῶς κἀγὼ τῷ Χριστῷ συντάσσομαι καὶ οὐκέτι ἀπέρχομαι μετὰ τῆς κυρίας μου.» Καὶ πάλιν ἀναστᾶσα ἡ Εὐπραξία καὶ λαβοῦσα τὴν θυγατέρα ἑαυτῆς παρέστησεν εἰς τὸν δεσποτικὸν χαρακτῆρα καὶ ἐκτείνασα τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανὸν ἐβόησε μετὰ κλαυθμοῦ· «Κύριε Ἰησοῦ Χριστέ, σοὶ μελήσει περὶ τοῦ παιδίου, ὅτι σὲ ἐπόθησεν καὶ σοὶ παρέθετο ἑαυτήν.» Τῆς ἁγίας συνόδου τῆς ἐπὶ Ἰουστινιανοῦ περὶ τῆς ἁγίας πέμπτης συνόδου· Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαῖνον ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν ὡς πλήρωμα νόμου ταύτην ὑποδεχόμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφωμεν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, διὰ τῆς ταπεινώσεως τὸ ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας καὶ τοῦ πάθους αὐτοῦ χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου Πατάρων, περὶ ἀναστάσεως, λόγου δευτέρου· Αὐτίκα οὖν τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιωτέρας <ὕλης>, χρυσοῦ τε καὶ ἀργύρου, ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων. Οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης θεραπεύοντες ἐξολιγωροῦσιν οἱ ἄνθρωποι <τῶν ἄλλων>, ἀλλὰ πᾶσαν ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσι, καὶ ὁ δυσφημήσας εἰς ὁποτέραν οὔτε ὡς εἰς πηλὸν ἀφίεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ' ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον. Τὰς μὲν ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τῶν αὐτοῦ ἀγγέλων, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἰς τιμὴν καὶ δόξαν αὐτοῦ ποιοῦμεν.