1
Orationes de imaginibus tres
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ ∆αμασκηνοῦ λόγος ἀπολογητικὸς
πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας. Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ' ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ὅ ἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶ ἡ τῆς ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν· «Ἐὰν ὑποστείλῃ, οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου», καὶ «ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ ἀναγγείλῃς τῷ ἀδελφῷ σου, ἐκ σοῦ ἐκζητήσω τὸ αἷμα αὐτοῦ.» Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν ἐλήλυθα οὐ βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς· «ἐλάλουν γάρ,» ἤκουσα τοῦ θεοπάτορος λέγοντος ∆αυίδ, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην», ἀλλὰ μᾶλλον καὶ μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος. ∆εινὸν γὰρ βασιλέως λόγος πρὸς ὑπαγωγὴν τῶν ὑπηκόων· ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν κατωλιγώρησαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων. Πρῶτον μὲν οὖν ἁπάντων οἷόν τινα τρόπιν ἢ θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας συντήρησιν, δι' ἧς ἡ σωτηρία προσγίνεσθαι πέφυκε, τοῦ λόγου τὴν βαλβίδα ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον τῆς ἀφετηρίας παρώρμησα. ∆εινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ τὰ πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ ὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν ἐπίμωμον ἐν μέσῳ προσώπου λίαν ὡραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρ εγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην· οὐ γὰρ μικρὸν τὸ μικρόν, ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν κεκρατηκυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατεγνωσμένων τῶν προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι τὴν πίστιν. Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντοκράτορα κύριον, ᾧ γυμνὰ πάντα καὶ τετραχηλισμένα, πρὸς ὃν ἡμῖν ὁ λόγος, εἰδότα τῆς ταπεινῆς μου γνώμης ἐν τούτῳ τὸ ἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ εἰλικρινές, δοῦναί μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξασθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴ ἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ ἢ ἀναφανδὸν ἀριστερὰ γνωριζόμενα, -μεθ' ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ ἱεραρχίαν ἐν ἑαυτῷ ὑπογράφοντι, δέξασθαί μου τὸν λόγον μετ' εὐμενείας, μὴ τῷ