1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

1

Epistulae 18242

ΙΗʹ. Καρτερίᾳ.

Κἂν πολλάκις, κἂν ὀλιγάκις ἐπιστείλῃς, ἡμεῖς ἥνπερ ἐξ ἀρχῆς ἔχομεν ψῆφον περὶ τῆς ἀγάπης τῆς σῆς, ταύτην ἀκίνητον διατηροῦμεν. Ἴσμεν γὰρ ὅτι καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διακεῖσθαι ἐσπούδακας. Ὁ Θεός σοι ταχίστην παράσχοι τὴν ὑγείαν, καὶ πάσης ἀπαλλάξειε ἀῤῥωστίας. Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐν φροντίδι καθεστήκαμεν περὶ τῆς ἀῤῥωστίας τῆς σῆς ἀκούοντες. ∆ιὸ καὶ παρακαλοῦμέν σου τὴν ἐμμέλειαν, ἡνίκα ἂν ἐξῇ συνεχῶς ἡμῖν δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ εἴ τινα πρὸς τὸ βέλτιον ἐπίδοσιν ἔλαβέ σου τὸ σῶμα. Οἶσθα γὰρ καὶ πῶς ἀλγοῦμεν ἀκούοντές σε ἐν ἀῤῥωστίᾳ εἶναι, καὶ πῶς εὐφραινόμεθα, καὶ πτερούμεθα ὑπὸ τῆς ἡδονῆς, ἐπειδὰν ἀκούσωμεν ἐν ὑγείᾳ σε καθεστάναι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, ὁσάκις ἂν δυνατὸν ᾖ, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Οὐ γὰρ τὴν τυχοῦσαν ἡμῖν χαριῇ χάριν, τοιαύτας πέμπουσα ἡμῖν ἐπιστολάς. ΙΘʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Ἐβουλόμεθα μὲν ὑμᾶς σφοδροὺς ἡμῶν ὄντας οὕτως ἐραστὰς, καὶ παρόντας ἰδεῖν. Ἀλλὰ ἐπειδὴ τοῦτο οὐκ ἔνι τό τε γὰρ τῆς ὁδοῦ μῆκος, ἥ τε τοῦ χειμῶνος ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος ἱκανὰ διατειχίσαι τὴν ἀποδημίαν, τοὺς γοῦν τὰ γράμματα κομίζοντας παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπιθυμοῦμεν συνεχέστερον ἡμῖν περιτυγχάνειν, ὥστε δύνασθαι μετὰ δαψιλείας πληρῶσαι τὴν ἐπιθυμίαν τὴν ἡμετέραν. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο παρείλετο ἡμᾶς ἡ ἐρημία τοῦ χωρίου ἐν ᾧ διατρίβομεν, καὶ τὸ σφόδρα αὐτὸ ἀπῳκίσθαι τῆς δημοσίας ὀδοῦ, παρακαλῶ, ἂν μὴ συνεχῶς τοῦτο ποιῶμεν, συγγνώμην ἡμῖν νέμειν, καὶ γραφόντων ἡμῶν καὶ σιγώντων, τὴν αὐτὴν ἔχειν περὶ τῆς ἀγάπης τῆς ἡμετέρας ψῆφον, λογιζομένους ὅτι τὴν σιγὴν ἡμῖν πολλάκις μακροτέραν ἡ ἐρημία τοῦ τόπου, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία ἐργάζεται. Κʹ. Ἀγαπητῷ. Οἶδά σου τὴν ἀγάπην τὴν γνησίαν καὶ θερμὴν, τὴν ἄδολον καὶ εἰλικρινῆ, καὶ οὔτε πραγμάτων ὄχλῳ, οὔτε χρόνου πλήθει, οὔτε ὁδοῦ μήκει μαραινομένην· οἶδα καὶ ὅπως ἐπιθυμεῖς καὶ αὐτοψεὶ ἡμᾶς θεάσασθαι, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας. Ἀλλ' ἐπειδὴ τοῦτο ἤδη ἐργῶδες, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ ἔτους ὥραν, καὶ τὸν τῶν Ἰσαύρων φόβον, τὴν διὰ τῶν γραμμάτων πάρεχε ἡμῖν εὐφροσύνην, συνεχῶς δηλῶν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Ἂν γὰρ τοιαῦτα δεχώμεθα συνεχῶς γράμματα παρὰ τῆς σῆς εὐγενείας καὶ θαυμασιότητος, οὐ τὴν τυχοῦσαν καὶ ἐν ἐρημίᾳ διατρίβοντες καρπωσόμεθα τὴν παράκλησιν. Καὶ γὰρ οὐκ ἀγνοεῖς ὅπως ἡμῖν περισπούδαστον τὸ ἐν ὑγιείᾳ σε εἶναι, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε. 52.624 ΚΑʹ. Ἀλφίῳ. Μακάριος καὶ τρισμακάριος εἶ, καὶ πολλάκις τοῦτο, τοιαῦτα ἐργαζόμενος, καὶ τοιαύταις ἐπιτρέχων πραγματείαις, αἳ πολὺν ἐν οὐρανοῖς προαποτίθενταί σοι τὸν μισθόν τε καὶ θησαυρόν. Οὐδὲ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνεπτέρωσας, τὰ κατὰ τὸν κύριόν μου Ἰωάννην τὸν πρεσβύτερον ἀπαγγείλας, ὅτι πολλὴν ἐποίησας σπουδὴν ἀναστῆσαι αὐτὸν, καὶ ἐκπέμψαι εἰς τὴν Φοινίκην. Ὅτι δὲ καὶ χρυσίον αὐτῷ δέδωκας, αὐτὸς μὲν ἐσίγησας, καὶ τοῦτο πρέπον τῇ εὐλαβείᾳ σου ποιῶν· ἡμᾶς δὲ οὐκ ἔλαθες, ἀλλὰ καὶ τοῦτο ἔγνωμεν, καὶ τὴν δαψίλειαν, ἣν παρέσχες. Καὶ διὰ τοῦτό σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ παυόμεθα, ὅτι ἐν οἷς δεῖ πλουτεῖν, ἐν τούτοις πλουτεῖς· καί σε παρακαλοῦμεν γράμματα συνεχῶς ἡμῖν ἐπιστέλλειν. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ κατ' ὄψιν σε ἰδεῖν, πολλοῦ ἂν ἐπριάμεθα τοῦτο. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, γράφε συνεχῶς ἡμῖν, περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ τοῦ οἴκου σου παντός. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν ταῦτα μανθάνοντες. Εἰδὼς οὖν