1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

7

καὶ εἴ τι πλέον ἡμᾶς γνῶναι ἀναγκαῖον, νῦν γοῦν γνωρίσαι ἡμῖν παρακλήθητι, καὶ τὰ περὶ τῆς ὑγείας σήμαινε τῆς σῆς, τῆς σφόδρα ἡμῖν περισπουδάστου, καὶ ὑπὲρ ἧς ἀεὶ μεριμνῶντες, ἀεὶ μανθάνειν ἐπιθυμοῦμεν. ΛΗʹ. Ὑμνητίῳ ἀρχιητρῷ. Εἰ καὶ μὴ συνεχῶς ἐπεστάλκαμεν τῇ τιμιότητί σου, ἀλλὰ συνεχῶς σε ἐπὶ μνήμης ἔχομεν, πεῖράν σου τῆς σφοδροτάτης, τῆς σπουδαίας, τῆς γνησίας φιλίας πολλὴν ἐν ἡμέραις ὀλίγαις λαβόντες. ∆ιὰ τοῦτο καὶ τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον ὡς εἰς λιμένα τὰς σὰς παραπέμπομεν χεῖρας. Καὶ γὰρ ὑπὸ βηχὸς πολεμεῖται χαλεπωτάτης, ἣν ἡ τοῦ ἔτους ὥρα σφοδρότερον ἐπιτρίβει, καὶ χαλεπωτέραν ποιεῖ. Καταμαθὼν τοίνυν, δέσποτά μου τιμιώτατε, τοῦ νοσήματος τὴν φύσιν, ἐξαρπάσαι αὐτὸν τοῦ κλυδωνίου πειράθητι, τῇ τῆς ἀῤῥωστίας βλάβῃ τὴν ἀπὸ τῆς ἐπιστήμης τῆς σῆς ἐπιτειχίσας δύναμιν, δι' ἧς πολλοὺς πολλάκις κινδυνεύσαντας ὑπὸ τοιούτων κυμάτων ὑποβρυχίους γενέσθαι τοῦ ναυαγίου ταχέως ἀπήλλαξας. ΛΘʹ. Χαλκιδίᾳ. Οἶδα τὴν ἀγάπην ἣν ἔσχες περὶ ἡμᾶς ἄνωθεν καὶ ἐξ ἀρχῆς, καὶ ὅτι ἀκμάζουσαν αὐτὴν διατηρεῖς, καὶ ὅτι αὐτῇ καὶ προσθήκας ἐργάζῃ, καὶ οὐ μόνον οὐδὲν αὐτὴν εἴασας ἀμαυροτέραν γενέσθαι ἀπὸ τοῦ χωρισμοῦ, καὶ τοῦ τοσούτου χρόνου, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἀνάπτεις. Οἶδ' ὅτι καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐφροσύνης τὰ παρ' ἡμῶν γράμματα, καὶ ὅτι καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διάκεισαι, πολλὴν τοῦ πράγματος καὶ ἐν πολλῷ τῷ χρόνῳ τὴν πεῖραν εἰληφώς. ∆ιὸ δὴ παρακαλοῦμεν τὴν τιμιότητά σου καὶ περὶ ἡμᾶς οὕτω διακεῖσθαι· πολλὰ γὰρ ἐνέχυρά σου τῆς γνησίας ἀγάπης ἔχομεν, πολλὰ ὑπομνήματα. ∆ιὸ καὶ ἐν τῇ ψυχῇ σε διηνεκῶς περιφέρομεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ, καὶ τὴν μνήμην σου ἄληστον ἔχομεν, κἂν μὴ διηνεκῶς γράφωμεν, διὰ τὴν σπάνιν τῶν γραμματηφόρων ἐγκοπτόμενοι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, γράφε καὶ αὐτὴ συνεχῶς ἡμῖν τὰ 52.632 περὶ τῆς ὑγιείας τῆς σῆς. Ἡμεῖς μὲν γὰρ κἂν μὴ δεξώμεθα γράμματα, τοὺς ἐκεῖθεν ἐρχομένους συνεχῶς ἐρωτῶμεν τοῦτο· βουλόμεθα δὲ καὶ παρὰ τῆς κοσμιότητος τῆς σῆς συνεχῶς δέχεσθαι ἐπιστολὰς, εὐαγγελιζομένας ἡμᾶς τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Μʹ. Ἀσυγκριτίᾳ. Οἶδα ὅτι ἐν πολλῇ θλίψει καθέστηκας νῦν. Ἀλλ' ὥσπερ τοῦτο οἶδα, οὕτως κἀκεῖνο ἐπίσταμαι, ὅτι πολύς σε ἐκ τῶν θλίψεων τούτων ἀναμένει μισθὸς, καὶ μεγάλη ἀμοιβὴ καὶ ἀντίδοσις κεῖται. Εἰ γὰρ καὶ ἀθυμία, ἀλλὰ τὴν ψυχὴν ὠφελοῦσα, καὶ πολλὰ τὰ βραβεῖα προξενοῦσα. Ταῦτ' οὖν εἰδυῖα καὶ λογιζομένη, μεγίστην ἐντεῦθεν καρποῦ τὴν παράκλησιν, μὴ τὸ ὀδυνηρὸν μόνον ὁρῶσα τῶν θλίψεων, ἀλλὰ καὶ τὸ ἐκ τούτων συναγόμενον κέρδος· καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγιείας τῆς σῆς. Ἐπεὶ καὶ νῦν οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, ἀκούσαντές σε ἀῤῥωστεῖν. ∆ιὸ καὶ σφόδρα ἐπιζητοῦμεν μανθάνειν μετὰ πολλοῦ τοῦ τάχους, εἰ ῥᾷόν σοι διετέθη τὰ τῆς ἀῤῥωστίας, ὥστε τῆς ἐπὶ ταύτῃ φροντίδος ἀνεθῆναι. ΜΑʹ. Βαλεντίνῳ. Τρίτην πέμπω ταύτην ἐπιστολὴν, οὐδεμίαν αὐτὸς δεξάμενος παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς. Ἀλλ' ὅτι μὲν μετὰ πολλῆς τῆς εὐφροσύνης ἐδέξω ἡμῶν τὰ γράμματα, καὶ τὸν ἐγχειρίσαντα ταῦτα τῆς σοι προσηκούσης ἐποίησας ἀπολαῦσαι τιμῆς, καὶ τὰ παρὰ σαυτοῦ πάντα εἰσήνεγκας, ἐν οἷς ἐδεῖτό σου τῆς δυνάμεως, ἔγνωμεν, καὶ οὐδὲν ἡμᾶς τούτων ἔλαθεν· ἐπιστολὴν δὲ οὐδεμίαν ἐκομισάμεθα. Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν οὐ σφόδρα γενναίων ὁ σιωπήσας τοσοῦτον, ἐνομίσαμεν ἂν αὐτῷ πρόφασιν εἰς ἀπολογίαν εἶναι τῶν πραγμάτων τὸν ὄχλον. Ἐπειδὴ δέ σου τὸ ὑψηλὸν τῆς σῆς διανοίας ἴσμεν, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, τὸ μόνιμον, οὐκ ἂν δεξαίμεθα ταύτην ἀπολογίαν, οὐδ' αὖ τὸ μὴ ἐκεῖσε διατρίβειν σου τὴν θαυμασιότητα· καὶ γὰρ καὶ τοῦτο ἔγνωμεν. Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πολιορκίᾳ χαλεπῇ, καὶ