1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

94

αἰτίαν εἰπεῖν τῆς σιγῆς. ∆ιὰ γὰρ τοῦτο καὶ πρότερον τοῖς πρὸς τὴν σὴν εὐγένειαν ἐπεπηδήσαμεν γράμμασιν, ἵνα μηδὲ εἰς τοῦτό σοι καταφυγεῖν ἐξῇ. Γράφε δὴ συνεχῶς ἡμῖν, δέσποτα αἰδεσιμώτατε καὶ εὐγενέστατε, καὶ πλήρου τὴν ἐπιθυμίαν ἡμῶν. Καὶ γὰρ ἅπαξ χειρωθέντες ἀπὸ φήμης ψιλῆς μόνης, καὶ συνδεθέντες σου τῇ εὐγενείᾳ, οὐδὲ ἂν αὐτοὶ σιγᾷν δυνηθείημεν λοιπὸν, οὔτε τοῦ σιγῶντος ἀνέχεσθαι, ἀλλὰ μυρία σοι παρέξομεν πράγματα, εἰ μὴ συνεχεῖς καὶ πυκνὰς ἡμῖν πέμπεις τὰς ἐπιστολὰς, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας σοφιζόμενος ἡδονήν. ΡΘʹ. ∆ανιήλῳ πρεσβυτέρῳ. Εὐλογητὸς ὁ Θεὸς, ὁ πολλῷ μείζονα τῶν θλίψεων παρέχων τὴν παράκλησιν, καὶ ὑμῖν τοσαύτην διδοὺς τὴν ὑπομονὴν, ὡς καὶ μετὰ πολλῆς εὐφροσύνης φέρειν τὰ συμπίπτοντα λυπηρά. Τοῦτο μάλιστα διπλασιάζεται ὑμῖν τὸν μισθὸν, τὸ καὶ φέρειν, καὶ μετὰ χαρᾶς φέρειν· τοῦτο καὶ ἡμῖν πολλὴν παρέχει τὴν παράκλησιν, ὅταν ἀκούωμεν τὴν ἀνδρείαν ὑμῶν, τὴν παῤῥησίαν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν εὐτονίαν, τὴν ὑπομονὴν, τὴν καρτερίαν, τὸν ζῆλον τὸν πυρὸς θερμότερον. ∆ιὰ ταῦτα καὶ ἐν ἐρημίᾳ καθ52.723 ήμενοι, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι, καὶ τῇ τοῦ χειμῶνος ὥρᾳ λοιπὸν κατατεινόμενοι, οὐδενὸς τούτων αἰσθανόμεθα, διὰ τὸ μέγεθος τῆς ὑμετέρας εὐδοκιμήσεως, ἀλλὰ καὶ σκιρτῶμεν, καὶ χαίρομεν, καὶ μέγα φρονοῦμεν ἐπὶ τῇ τοσαύτῃ ὑμῶν καρτερίᾳ. Ἵν' οὖν διηνεκῶς χαίρωμεν ταῦτα ἀκούοντες, διηνεκῶς ἡμῖν καὶ συνεχέστατα ἐπιστέλλετε, αὐτά τε ταῦτα, καὶ τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενοι. Μεγίστην γὰρ ἡμῖν παρέξετε εὐφροσύνην ἐντεῦθεν καὶ ἡδονήν. Σʹ. Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας. Ἐγὼ μέν σου τὴν εὐλάβειαν καὶ ἐνταῦθα παραγενομένην ἐπεθύμουν ἰδεῖν, ὥστε ἐντρυφῆσαί σου τῇ συνουσίᾳ, καὶ ἀπολαῦσαί σου τῆς γνησίας καὶ θερμῆς ἀγάπης· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διά τε τὴν τοῦ ἔτους ὥραν, καὶ τὸ τῆς ὁδοῦ μῆκος, τὴν διὰ γραμμάτων ὀφειλομένην σοι πρόσρησιν ἀποδίδωμι, καὶ χάριν ἔχω σου τῇ εὐλαβείᾳ, ὅτι καὶ πρότερος τοῖς πρὸς ἡμᾶς ἐπεπήδησας γράμμασι. Θερμῆς γὰρ τοῦτο καὶ γνησίας φιλίας· καὶ οὐ μόνον οὐκ ἀπεικότως ἔπραξας, ἀλλὰ καὶ σφόδρα σοι προσηκόντως. Χαρίζου δὴ ταύτην συνεχῶς ἡμῖν τὴν χάριν, καὶ πυκνότερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἂν δὲ καὶ δυνατὸν γένηται τῇ εὐλαβείᾳ τῇ σῇ σκυλῆναι ἕως ἡμῶν, τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ πολλῆς ἡμᾶς ἐμπλήσεις εὐφροσύνης. Ἐννοήσας τοίνυν ὡς καὶ ἡμεῖς ἐπιθυμοῦμεν ἰδεῖν σου τὴν εὐλάβειαν, καὶ ὡς τὸ πρᾶγμα οὐ σφόδρα ἐργῶδες, εἰ γένοιτο καιρὸς ἐπιτήδειος πρὸς ὁδοιπορίαν, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς συντυχίας τῆς σῆς. Ἕως δ' ἂν τοῦτο γένηται, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας ἡδονὴν σοφίζεσθαι παρακλήθητι. ΣΑʹ. Ἑρκουλίῳ. Μὴ κάμνε ζητῶν ἀπολογίαν τῆς μακρᾶς σιγῆς, δέσποτά μου θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, καὶ ἐπὶ τὴν σπάνιν τῶν γραμματηφόρων καταφεύγων. Ἡμεῖς γὰρ, καὶ γράφοντός σου καὶ σιγῶντος, ἀκίνητόν σου τὴν περὶ τῆς ἀγάπης σου ψῆφον ἔχομεν, ἣν διὰ τῶν ἔργων ἐπεδείξω οὕτω σαφῶς, ὡς πᾶσαν εἰδέναι τὴν πόλιν τὸν θερμὸν ἡμῶν καὶ μανικὸν ἐραστήν. Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενοι, σφόδρα ἐπιθυμοῦμεν συνεχῶς δέχεσθαι γράμματα παρὰ τῆς σῆς θαυμασιότητος, τὰ περὶ τῆς ὑγείας δηλοῦντα τῆς σῆς. Ὥσπερ γὰρ αὐτὸς μεγίστην ἔφης παραψυχὴν εἶναι τοῦ χωρισμοῦ, τὸ περὶ τῆς ὑγείας τῆς ἡμετέρας μανθάνειν καὶ οἶσθα ἡλίκον τοῦτο ἀνδρὶ φιλεῖν ἐπισταμένῳ, ἐπειδὴ καὶ φιλεῖν οἶσθα καλῶς, οὕτω καὶ ἡμῖν περισπούδαστον τοῦτο. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν, ἵνα καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. ΣΒʹ. Κυριακῷ ἐπισκόπῳ. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; οἴει κἂν σκιὰν 52.724 ἀπολογίας ἔχειν; Ἐν τῇ τοσαύτῃ ἀθυμίᾳ, ἐν οὕτω χρόνῳ μακρῷ, ἐν τοσούτῳ θορύβῳ, καὶ ταραχῇ, καὶ συντριβῇ, καὶ ταλαιπωρίᾳ καθεστώτων ἡμῶν, οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω· ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος; Ἐμὲ εἰς