1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

95

πολλὴν ἀπορίαν κατέστησας. Οὐδὲ γὰρ δύναμαι τῆς σιγῆς τὴν αἰτίαν εὑρεῖν, ὅταν ἐννοήσω σου τὴν θερμὴν ἀγάπην καὶ γνησίαν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω. Οὐδὲ γὰρ ῥᾳθυμίαν λογίσασθαι ἔχω· οἶδα γάρ σου τὴν ἄγρυπνον ψυχήν· οὔτε δειλίαν· οἶδα γάρ σου τὴν ἀνδρείαν· οὐκ ὄκνον· οἶδα γάρ σου τὸ διεγηγερμένον καὶ ἐντρεχές· ἀλλ' οὐδὲ ἀῤῥωστίαν· καίτοι γε οὐδὲ αὕτη ἱκανὴ ἦν σε κωλῦσαι· πλὴν ἀλλὰ μανθάνω παρὰ τῶν ἐκεῖθεν ἐρχομένων, ὅτι ὑγιαίνεις καὶ ἔῤῥωσαι. Τί οὖν ἐστι τὸ αἴτιον, εἰπεῖν οὐκ ἔχω, ἀλλ' ἓν μόνον, ἀλγῶ καὶ ὀδυνῶμαι. Πάντα τοίνυν ποίησον ὥστε ἀπαλλάξαι ἡμᾶς καὶ τῆς λύπης, καὶ τοῦ διαπορεῖν. Ἐπεὶ εἰ καὶ μετὰ τὰ γράμματα ταῦτα μὴ μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν βουληθείης ἐπιστεῖλαι, οὕτως ἡμᾶς ἔχεις λυπῆσαι, ὡς πολλοῦ δεηθῆναι πόνου εἰς τὸ θεραπεῦσαι ἡμῶν τὴν ἀθυμίαν. ΣΓʹ. Σαλουστίῳ πρεσβυτέρῳ. Οὐχ ὡς ἔτυχεν ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Θεόφιλος ὁ πρεσβύτερος ἀνεπέσετε. Ἔγνων γὰρ ὅτι ὁ μὲν ὑμῶν πέντε ὁμιλίας εἶπεν ἕως Ὀκτωβρίου μηνὸς, ὁ δὲ οὐδεμίαν, καὶ τῆς ἐρημίας μοι τῆς ἐνταῦθα τοῦτο γέγονε χαλεπώτερον. Βουλήθητε τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι· εἰ δὲ ἀληθὲς, διορθώσασθαι· καὶ ἀλλήλους διεγείρατε· ἐπεὶ σφόδρα με ἔχετε λυπῆσαι, καίτοι μεθ' ὑπερβολῆς σφόδρα ἀγαπῶντα ὑμᾶς. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρὰ τοῦ Θεοῦ πολὺ καθ' ἑαυτῶν ἐπισπάσεσθε τὸ κρῖμα, ἀργίᾳ τοσαύτῃ συζῶντες καὶ ὄκνῳ, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέροντες. Ποίαν γὰρ σχοίητε συγγνώμην ἑτέρων διωκομένων, ἐξοριζομένων, ἐλαυνομένων, ὑμεῖς δὲ μηδὲ τὴν ἀπὸ τῆς παρουσίας ὑμῶν ἢ τῆς διδασκαλίας εἰσφέροντες τῷ χειμαζομένῳ λαῷ σπουδήν; Σ∆ʹ. Παιανίῳ. Ὅταν ἐννοήσῃς, δέσποτά μου θαυμασιώτατε καὶ μέλιτος ἡμῖν γλυκύτερε, ὅτι βαρὺ καὶ ἐπαχθὲς τὸ κεχωρίσθαι ἡμῶν, λογιζόμενος οἷον πρᾶγμα μεταχειρίζῃ, καὶ ὅτι πόλιν ὁλόκληρον κατορθοῖς, μᾶλλον δὲ οἰκουμένην ὁλόκληρον διὰ τῆς πόλεως ἐκείνης, σκίρτα καὶ εὐφραίνου. Μετὰ γὰρ τῆς ὠφελείας πολλὴν ἔξεστί σοι καρποῦσθαι καὶ τὴν ἡδονήν. Εἰ γὰρ χρήματά τινες συλλέγοντες τά τε ἀπολλύμενα καὶ ἀπολλύντα αὐτοὺς, τοσαύτης ἐμφοροῦνται τῆς εὐφροσύνης, καὶ οἰκιῶν, καὶ γυναικὸς, καὶ τέκνων, καὶ πάντων τῶν προσηκόντων ἐπὶ πολὺν χωριζόμενοι χρόνον, τίς ἂν παραστήσειε λόγος τὴν ἡδονὴν τοῦ πλούτου, τὸν τοσοῦτον θησαυρὸν, ὃν καθ' ἑκάστην συνάγεις ἡμέραν, 52.725 καὶ φαινόμενος αὐτόθι μόνον; Οὐ γὰρ δὴ κολακεύων σε ταῦτα λέγω, καὶ ἴσασιν οἱ καὶ ἀκούοντες ἀπόντος σου ταῦτα παρ' ἡμῶν ἐνταῦθα, ἀλλ' ἡδόμενος σφόδρα, καὶ χαίρων, καὶ πτερούμενος ὑπὸ τῆς εὐφροσύνης. Ἀρκεῖς γὰρ, καὶ φαινόμενος, πολλοὺς ὀρθῶσαι τῶν αὐτόθι, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι, τὸν ζῆλον, τὴν ἀγρυπνίαν, τοὺς δρόμους, τὸν πόνον τῆς ψυχῆς, τὴν παῤῥησίαν, τὴν ἐλευθερίαν μεθ' ἧς καὶ ἐπισκόπων κατεξανίστασο, τοῦ καιροῦ τούτου ἀπαιτοῦντος, μετὰ τοῦ προσήκοντος μέντοι μέτρου. Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων, τῶν δὲ ἐλαυνομένων, τῶν δὲ κρυπτομένων, μόνος ἕστηκας ἐπὶ τῆς παρατάξεως, τὸ μέτωπον αὐτῆς κατακοσμῶν, καὶ οὐδένα ἀφιεὶς γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς. Οὐ διὰ ταῦτα δὲ θαυμάζω μόνον, ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος χωρίῳ, τὴν οἰκουμένην ἅπασαν μεριμνᾷς, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν ὀφείλεις. Παλαιστινοὶ μὲν γὰρ καὶ Φοίνικες, καθὼς ἔγνων σαφῶς, οὐκ ἐδέξαντο τὸν παρὰ τῶν ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν· ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ' ἐκείνων τάττονται, καὶ ὁ Κασταβάλων ἐνταῦθα ἐδήλωσέ τινι τῶν ἡμετέρων φίλων, ὅτι ἀναγκάζουσιν αὐτοὺς οἱ ἀπὸ Κωνσταντινουπόλεως τῇ παρανομίᾳ αὐτῶν συνθέσθαι, καὶ τέως ἀντέχουσι. Πολλῆς τοίνυν σοι δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε καὶ τοῦτο διορθῶσαι τὸ μέρος, τῷ δεσπότῃ