1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

11

παραγενομένην ἐνταῦθα ἰδεῖν. Καὶ γὰρ εἰ μὴ ἀῤῥωστία παρενέπεσε, τὸ κωλύον οὐδὲν ἦν. Ὅ τε γὰρ χειμὼν ὁ ἐνταῦθα ἔαρ ἡμερώτατον τέως μιμεῖται, τῶν τε Ἰσαύρων ἡ Ἀρμενία ἀπήλλακται. Ἀλλ'ὅμως οὐδὲν ἀναγκάζομεν, οὐδὲ βιαζόμεθα μὴ βουλομένην ὑπὲρ τῆς ἐνταῦθα παρουσίας. Ἀλλ' ὅπερ οὔτε Ἰσαύρων φόβος, οὔτε χειμῶνος σφοδρότης, οὔτε ὁδοῦ ταλαιπωρία, οὔτ' ἄλλο οὐδὲν κωλύει, τοῦτο αἰτοῦμεν συνεχῶς ἡμῖν ὑπάρχειν τὰ γράμματα, τὰ τῆς θερμῆς σου καὶ γνησίας διαθέσεως. Ἢν γὰρ τούτων ἀπολαύωμεν συνεχῶς, ἀπαγγελλόντων ἡμῖν τὰ περὶ τῆς ὑγιείας καὶ εὐθυμίας τῆς σῆς, οὐ τὴν τυχοῦσαν καὶ ἐντεῦθεν καρπωσόμεθα παραμυθίαν. Ἐννοοῦσα τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν, μὴ κατόκνει τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς εὐγενείας, καὶ ὅσην ἀεὶ περὶ τὴν σὴν ἐμμέλειαν ἐπεδειξάμεθα τὴν ἀγάπην. ΝΓʹ. Νικολάῳ πρεσβυτέρῳ. Σφόδρα ἡμᾶς ἀνεπτέρωσας, καὶ πολλῆς ἐνέπλησας τῆς ἡδονῆς, δηλώσας ὅτι σοι πολλὴ φροντὶς τῆς Φοινίκης ἐστὶ, καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, διὰ γραμμάτων ἀλείφεις τοὺς αὐτόθι, ζῆλον πληρῶν ἀποστολικόν. ∆ιὰ ταῦτά σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι καὶ πρότερον τοὺς μοναχοὺς ἔπεμψας, καὶ ὅτι νῦν, ἐν πραγμάτων δυσκολίᾳ τοσαύτῃ, οὐ μόνον αὐτοὺς οὐκ ἀπήγαγες, ἀλλὰ καὶ μένειν αὐτοὺς ἐκέλευσας, ἀρίστου κυβερνήτου καὶ ἰατροῦ γενναίου πρᾶγμα ποιῶν. Καὶ γὰρ ἐκείνων ἕκαστος, ὁ μὲν ὅταν ἴδῃ τὰ κύματα ἐγειρόμενα, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν σπουδήν· ὁ δὲ ὅταν τὸν πυρετὸν ἐπὶ μείζονα φλόγα διεγερθέντα, τότε πολλῇ κέχρηται τῇ τέχνῃ· καὶ αὐτὸς τοίνυν, κύριέ μου τιμιώτατο καὶ εὐλαβέστατε, ἄξια τῆς σαυτοῦ πεποίηκας ἀρετῆς, ὅτε τὰ πράγματα εἶδες νοσοῦντα καὶ στασιάζοντα, τότε μάλιστα ἐπιθέμενος τοῖς ἐκεῖσε διατρίβουσιν, ὥστε μὴ λειποτακτῆσαι, ἀλλ' ἐπιμεῖναι, καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν. Τὰ σαυτοῦ τοίνυν μιμούμενος, τόν τε κύριόν μου τὸν τιμιώτατον Γερόντιον τὸν πρεσβύτερον, εἰ ῥᾷον 52.638 σχοίη, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπανέλθοι, εὐθέως κατέπειξον τῆς ἐκεῖ ἅψασθαι ὁδοῦ. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν ἡμεῖς καὶ ἐνταῦθα παραγενόμενον ἰδεῖν· ἀλλ' ἐπειδὴ καὶ ταχύτητος καὶ πολλῆς δεῖται τῆς ἀγρυπνίας τὰ ἐκεῖσε πράγματα, ὥστε μὴ πολὺν ἐν τῇ ὁδῷ διατριβῆναι χρόνον, καὶ τὸν χειμῶνα ἐπιστάντα ἀποκλεῖσαι αὐτῷ τὴν ὁδὸν, παρακαλοῦμέν σου τὴν τιμιότητα αὐτόν τε ῥαΐσαντα ἐπεῖξαι ἀπελθεῖν, τόν τε γλυκύτατον καὶ ποθεινότατον Ἰωάννην τὸν πρεσβύτερον παρασκευάσαι συνεφάψασθαι τῆς ἀποδημίας αὐτῷ. Οἶσθα γὰρ καὶ αὐτὸς ὅτι νῦν μάλιστα τὰ αὐτόθι πολλῶν δεῖται τῶν διορθωσομένων, ὅσῳ ἐπὶ μεῖζον εἶρψε τὰ κακά. Τοῦτ' οὖν ἐννοῶν, καὶ εἰδὼς ἡλίκον ἐστὶ σωτηρία ψυχῆς, καὶ οἷα κατώρθωταί σου τῇ τιμιότητι διὰ τῆς ἔμπροσθεν σπουδῆς, πάντα ποιῆσαι καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, παρακλήθητι, ὥστε τὰ διορθωθέντα μεῖναι ἀκίνητα, ἑτέραν τε αὐτοῖς πολλῷ πλείονα γενέσθαι προσθήκην. Αὐτὸς μέντοι τῶν ἐνταῦθα ἐλθόντων οὐκ ἔλαττον ἡμᾶς εὔφρανας· τῇ μὲν γὰρ γνώμῃ καὶ παραγέγονας, καὶ τοῖς τῆς ἀγάπης σε ὀφθαλμοῖς καὶ μὴ παρόντα σωματικῶς ἡμεῖς καθ' ἑκάστην ὁρῶμεν τὴν ἡμέραν, ἐπὶ τῆς διανοίας πανταχοῦ περιφέροντες. Ἔσται δὲ ἴσως καὶ ἡ κατ' ὄψιν ἡμῖν συντυχία, ὅταν ὁ καιρὸς ἐπιτρέπῃ. Ὡς νῦν γε καὶ ἡμεῖς, καίτοι σφόδρα ἐπιθυμοῦμεν ἰδεῖν τὴν ἀγάπην σου, καὶ περιπτύξασθαι, ἀναγκαίαν εἶναι νομίζομεν τὴν αὐτόθι σου μονήν. Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας. Ν∆ʹ. Γεροντίῳ πρεσβυτέρῳ. Καὶ ἤδη μὲν ἐπέσταλκά σου πρὸς τὴν εὐλάβειαν, νομίσας σε ἐν Φοινίκῃ εἶναι, καὶ νῦν δὲ ἐπιστέλλω ταὐτὰ