1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

2

ἡλίκα ἡμῖν χαριῇ, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς τοσαύτης εὐφροσύνης. ΚΒʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Οὐ θαυμάζω, ὅτι τὴν μακρὰν ἡμῶν ἐπιστολὴν βραχεῖαν ἐκαλέσατε. Τοιοῦτον γὰρ οἱ ἐρῶντες· οὐκ ἴσασι κόρον, οὐ δέχονται πλησμονὴν, ἀλλ' ὅσα ἂν λάβωσι παρὰ τῶν ἐρωμένων, πλείονα ἐπιζητοῦσι. ∆ιά τοι τοῦτο εἰ καὶ δεκαπλασίων ὑμῖν ἦλθεν ἐπιστολὴ τῆς ἔμπροσθεν, οὐκ ἂν οὐδὲ ἐκείνη τὸ τῆς βραχύτητος διέφυγεν ὄνομα, ἀλλὰ καὶ αὐτὴ μικρὰ ἂν ἐκλήθη· μᾶλλον δὲ οὐκ ἐκλήθη μόνον, ἀλλὰ καὶ μικρὰ ἂν ὑμῖν ἐφάνη. Ἐντεῦθεν καὶ ὑμεῖς, ὅπουπερ ἂν ἀφίκησθε φιλοῦντες ἡμᾶς, οὐδὲ αὐτοὶ κόρον λαμβάνομεν· ἀλλ' ἀεὶ προσθήκας ἐπιζητοῦμεν ὑμῶν τοῦ φίλτρου, καὶ τὸ χρέος τῆς ἀγάπης τὸ ἀεὶ μὲν ἐκτιννύμενον, ἀεὶ δὲ ὀφειλόμενον Μηδενὶ γὰρ, φησὶ, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν, καθ' ἑκάστην παρ' ἡμῶν ἀπαιτοῦμεν ἡμέραν· ἀεὶ μὲν αὐτὸ μετὰ πολλῆς λαμβάνοντες τῆς δαψιλείας, οὐδέποτε δὲ ἀπειληφέναι τὸ πᾶν ἡγούμενοι. Μὴ δὴ παύσησθε κατατιθέντες ἡμῖν τὸ καλὸν τοῦτο ὄφλημα, καὶ διπλῆν ἔχον ἡδονήν. Οἵ τε γὰρ καταβάλλοντες, οἵ τε ὑποδεχόμενοι τὴν ἴσην καρποῦνται εὐφροσύνην, ἐπειδήπερ ἀμφότεροι τῇ καταβολῇ ὁμοίως γίνονται εὔποροι. Ὅπερ ἐπὶ τῶν χρημάτων οὐκ ἔνι, ἀλλ' ὁ μὲν καταθεὶς, πενέστερος ταύτῃ γίνεται, ὁ δὲ ὑποδεξάμενος, εὐπορώτερος. Ἀλλ' οὐκ ἐπὶ τοῦ συμβολαίου τῆς ἀγάπης τοῦτο συμβαίνειν εἴωθεν. Οὐδὲ γὰρ ἀφίησιν ἔρημον αὐτῆς τὸν καταθέντα· ὅπερ ποιεῖ τὸ ἀργύριον πρὸς τὸν ὑποδεχόμενον μεταστάν· ἀλλὰ τότε μᾶλλον αὐτὸν εὐπορώτερον καθίστησιν, ὅταν αὐτὴν καταβάλῃ. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, μὴ διαλίπητε διηνεκῶς ἀκμάζουσαν περὶ ἡμᾶς τὴν διάθεσιν ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ μηδὲν δεῖσθε εἰς τοῦτο τῆς παρ' ἡμῶν παρακλήσεως, ἀλλ' ἐπειδὴ σφόδρα ἐρῶμεν ὑμῶν τῆς ἀγάπης, καὶ μὴ δεομένους ἀναμιμνήσκομεν τούτου ἕνεκεν, καὶ τοῦ συνεχῶς ἐπιστέλλειν. καὶ τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦν. Εἰ γὰρ μηδὲ τούτου χάριν δεῖσθε τοῦ ἀναμνήσοντος, ἀλλ' ἡμεῖς καὶ τοῦτο, ἐπειδὴ σφόδρα περισπούδαστον ἡμῖν, οὐ παυσόμεθα 52.625 διηνεκῶς παρ' ὑμῶν ἐπιζητοῦντες. Ὅτι μὲν γὰρ ἐργῶδες τοῦτο λοιπὸν, καὶ διὰ τὴν τοῦ ἔτους ὥραν, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, οὐ πολλῶν φαινομένων τῶν ὁδοιπόρων, τῶν πρὸς τοῦτο διακονησομένων ὑμῖν, οὐδὲ ἡμεῖς ἀγνοοῦμεν· πλὴν ἀλλ' ὡς ἔνι, καὶ οἷόν τέ ἐστι καὶ ἐν τοσαύτῃ δυσκολίᾳ, συνεχῶς ἐπιστέλλειν παρακαλοῦμεν, καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης ταύτην αἰτοῦμεν τὴν χάριν. Καὶ τῷ κυρίῳ δέ μου τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ Ῥωμανῷ, καθὼς ἐκελεύσατε, ἀπεστάλκαμεν καὶ τούτου χάριν ὑμῖν εἰδότες πολλήν. Ἐπεὶ καὶ τοῦτο σφόδρα ἡμᾶς ἀγαπώντων ἐστὶ, καὶ μεθ' ὑπερβολῆς φιλούντων, τὸ τηλικούτοις ἀνδράσι καὶ διὰ τῶν γραμμάτων πειρᾶσθαι, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν ἀκριβέστερον συνάπτειν ἡμᾶς. ∆εξάμενοι τοίνυν ἡμῶν τὴν πρὸς αὐτὸν ἐπιστολὴν, καὶ δοῦναι παρακλήθητε, καὶ χωρὶς τῆς ἐπιστολῆς προσειπεῖν αὐτὸν πάλιν ἐξ ἡμῶν. Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐρασταὶ γεγόναμεν αὐτοῦ σφοδρότατοι· καὶ τοῦτο μανθανέτω διὰ τῆς γλώττης τῆς ὑμετέρας, ὅτι τὴν αὐτὴν ἀγάπην μένομεν διατηροῦντες, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι· καὶ ὅτι τὴν μεταξὺ σιγὴν οὐ ῥᾳθυμίᾳ πεποιήκαμεν, ἀλλὰ τῷ γράμματα ἀναμένειν δέξασθαι παρὰ τῆς εὐλαβείας αὐτοῦ. Ἐπειδὴ δὲ προτέρους ἡμᾶς ᾔτησεν ἐπιστεῖλαι, ἰδοὺ καὶ τοῦτο ποιοῦμεν, καὶ παρακαλοῦμεν καὶ αὐτὸν συνεχῶς τοῦτο πρὸς ἡμᾶς ποιεῖν. ΚΓʹ. Ῥωμανῷ πρεσβυτέρῳ. Οἶσθα καὶ αὐτὸς, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, πῶς ἀεὶ περὶ τὴν σὴν εὐλάβειαν διετέθημεν, καὶ πῶς ἀεὶ συνδεδεμένοι σοι τῷ νόμῳ τῆς ἀγάπης διετελέσαμεν, θαυμάζοντές σου τὴν τῶν τρόπων ἐπιείκειαν, καὶ ἐκπληττόμενοι τῆς ἀρετῆς σου τὴν εὐμορφίαν, δι' ἧς πάντας τοὺς ἐντυγχάνοντας χειροῦσαι. ∆ιὰ δὴ τοῦτο καὶ ἐκ μακροῦ καθήμενοι διαστήματος, ἀεί σε ἐπὶ τῆς διανοίας περιφέρομεν, καὶ ὅπουπερ ἂν ἐρημίας ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα· ἀλλ' ὡς παρόντα καὶ πλησίον ὄντα, οὕτω καὶ ὁρῶμεν