1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

4

ἐβουλόμην μὲν κατ' ὄψιν συντυχεῖν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ ἐμφορηθῆναι τῆς ἡδίστης σου διαθέσεως. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι οὔτε γὰρ ἡμῖν δυνατὸν, οὔτε τῇ τιμιότητί σου ῥᾴδιον, διὰ τὴν τῆς Ἐκκλησίας τῆς αὐτόθι πρόνοιαν, ἐπὶ τὸν δεύτερον ἀναγκαίως ἤλθομεν πλοῦν, τὴν ἀπὸ τῶν γραμμάτων παραψυχὴν ἑαυτοῖς χαριζόμενοι. Οὐ γὰρ μικρὸν καὶ ἐπιστολὴ δύναιτ' ἂν, γνησίας ἀγάπης ἀνακεχρωσμένη, εἰς παράκλησιν τῶν τῷ σώματι κεχωρισμένων. Ἵν' οὖν ταύτης συνεχῶς ἀπολαύωμεν τῆς παραμυθίας, ὁσάκις ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, γράφειν ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Καὶ γὰρ θησαυρὸν μέγιστον καὶ πλοῦτον ἄφατον ἀγαθῶν τὴν σὴν ἡγούμεθα ἡμῖν εἶναι φιλίαν. Κἂν συνεχῶς τοιούτων ἀπολαύωμεν ἀγαθῶν, ἤγουν τῶν γραμμάτων, οὐδὲ τῆς ἐνταῦθα ἐρημίας ληψόμεθα αἴσθησιν, ἀπὸ τῶν ἐπιστολῶν τῶν σῶν πολλὴν καρπούμενοι τὴν εὐφροσύνην. ΚΗʹ. Βασιλείῳ πρεσβυτέρῳ. Εἰ καὶ τῆς κατ' ὄψιν σου συντυχίας οὐκ ἀπηλαύσαμεν, ἀλλὰ τὴν ἀρετήν σου τῆς ψυχῆς ἀκούοντες, καὶ τὸν ζῆλον ὃν ἔχεις κατὰ τῶν Ἑλλήνων, καταλύων αὐτῶν τὴν πλάνην, καὶ πρὸς ἀλήθειαν χειραγωγῶν, ὡς παρόντες καὶ συγγενόμενοι, καὶ πολύν σοι συντραφέντες χρόνον, οὕτως σε αἰδούμεθα καὶ τιμῶμεν. ∆ιὸ καὶ πρότερον ἐπεπηδήσαμεν τοῖς πρὸς σὲ γράμμασι, μακαρίζοντές σε ὑπὲρ ὧν κατορθοῖς, καὶ θαυμάζοντες, καὶ αἰτοῦντες καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ. Καὶ γὰρ εἰ καὶ τῷ σώματί σου κεχωρίσμεθα, ἀλλὰ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, ἐννοοῦντες τὴν σὴν εὐλάβειαν. Ταῦτ' οὖν εἰδὼς, μὴ κατόκνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ κατορθώματα τὰ σὰ δηλοῦν, ἵνα, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. ΚΘʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ. Μηδὲν ὑμᾶς ταραττέτω τῶν συμβαινόντων λυπηρῶν, μηδὲ τὰ ἐπάλληλα τῶν πραγμάτων κύματα θορυβείτω ὑμῶν τὴν διάνοιαν. Τοιαύτη γὰρ ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, πολλὴν ἔχουσα τὴν δυσκολίαν, πολλοὺς τοὺς ἱδρῶτας καὶ τοὺς πόνους. Ἀλλὰ ταῦτα μὲν παροδεύεται καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Κἂν γὰρ στενὴ ἡ ὁδὸς, ἀλλ' ὁδός ἐστιν· τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων. Ἐννοοῦσαι τοίνυν καὶ τὸ ἐπίκηρον καὶ τὸ πρόσκαιρον τῆς θλίψεως, καὶ τὸ διηνεκὲς καὶ ἀθάνατον τῶν ἀμοιβῶν, φέρετε πάντα γενναίως, μηδενὶ τῶν συμπιπτόντων δυσχερῶν ταραττόμεναι. Ἓν γάρ ἐστι λυπηρὸν ἁμαρτία μόνον· τὰ δὲ ἄλλα πάντα, ἐξορίαι, δημεύσεις, ἀπαγωγαὶ, ἐπιβουλαὶ, καὶ ὅσα τοιαῦτα, σκιά τίς ἐστιν καὶ καπνὸς καὶ ἀράχνη, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἅτε οὖν καὶ κατὰ τὸν ἔμπροσθεν χρόνον πολλοὺς μελετήσασαι φέρειν πειρασμοὺς, καὶ νῦν τὴν ἁρμόττουσαν ὑμῖν ἐπιδείκνυσθε ὑπομονήν. Αὕτη γὰρ ἐν ἀσφαλείᾳ καὶ ἀδείᾳ καὶ γαλήνῃ πολλῇ καταστῆσαι ὑμᾶς δυνήσεται, καὶ δοκιμωτέρας ποιῆσαι. 52.628 Καὶ γράφετε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας, ἄν τινας εὕρητε δι' ἰδίαν χρείαν παραγενομένους ἐνταῦθα. Ἴστε γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ὅπως βουλόμεθα πυκνότερον περὶ ταύτης μανθάνειν. Λʹ. Ἑορτίῳ ἐπισκόπῳ. Ἐγὼ μὲν ἐπεθύμουν καὶ γράμματα δέξασθαι τῆς σῆς τιμιότητος περὶ τῆς ὑγείας τῆς σῆς ἡμῖν δηλοῦντα. Οἶσθα γὰρ ὅπως ἀεὶ περὶ τὴν σὴν διετέθημεν εὐλάβειαν, δέσποτα τιμιώτατε. Ἀλλ' ἐπειδὴ τοῦτο ἴσως τῶν γραμματηφόρων ὑμᾶς περιείλετο ἡ σπάνις, ἡμεῖς, ἐπιτυχόντες τῶν πρὸς τὴν σὴν εὐλάβειαν ἀφικνουμένων, πρότεροι τοῖς γράμμασιν ἐπεπηδήσαμεν τοῖς πρὸς τὴν σὴν τιμιότητα, καί σε παρακαλοῦμεν, ἡνίκα ἂν ἐξῇ, καὶ αὐτὸν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦν. Οἰκοῦμεν γὰρ χωρίον ἐρημότατον, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότερον· πολιορκούμεθα καὶ φόβῳ λῃστῶν, καὶ πολλὰς ὡς ἐν ἀλλοτρίᾳ καὶ ἐν τοσαύτῃ ἐρημίᾳ θλίψεις ὑπομένομεν· πλὴν ἐὰν ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων πυκνῶς ἐπιτυγχάνωμεν γραμμάτων τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούντων, πολλὴν καὶ ἐν τοσαύταις περιστάσεσιν ὄντες καρπωσόμεθα παράκλησιν. Οἶσθα γὰρ ὅση ἀγάπης δύναμις, καὶ