1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

6

σπουδαῖον αὐτὸ, καὶ τοῦτο μάλιστα ἐκπλήττεσθαι ἡμᾶς τὴν διάθεσιν τὴν περὶ ἡμᾶς πεποίηκε. ∆ιὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν ἓν μόνον ἐγκαλοῦντες, ὅτι, ὃ μάλιστα περισπούδαστον ἦν ἡμῖν, τοῦτο οὐκ ἔπεμψας διὰ τῶν γραμμάτων, τὰ εὐαγγέλια λέγω τῆς σῆς ὑγείας. Καὶ ὡς νῦν ἐν φροντίδι καθεστήκαμεν, οὐκ εἰδότες οἷα τῆς ἀῤ52.630 ῥωστίας ἕστηκε τῆς σῆς· οὕτως ἂν διὰ τάχους ἡμῖν πέμψῃς γράμματα ἀπαγγέλλοντα ἡμῖν, ὅτι λέλυται τὰ τῆς νόσου, τὰ μέγιστα ἡμῖν χαριῇ. Εἰδυῖα τοίνυν ὅπως σφόδρα ἐπιθυμοῦμεν μαθεῖν, ὅτι δὴ ἐκ τῆς ἀσθενείας ταύτης ἀνήνεγκας, χαρίζου ἡμῖν ταύτην τὴν εὐφροσύνην, ἐν τῇ χαλεπωτάτῃ ταύτῃ ἐρημίᾳ τε καὶ πολιορκίᾳ οὐ μικρὰν ἐσομένην ἡμῖν παράκλησιν. ΛΕʹ. Ἀλφίῳ. Ὁ Θεός σοι τὸν μισθὸν δῴη, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῆς γνησίας καὶ θερμῆς περὶ ἡμᾶς ἀγάπης, τῆς εἰλικρινοῦς, καὶ ἀνυποκρίτου, τῆς ἀκινήτου, καὶ ἀπεριτρέπτου. Οὐ γὰρ μικρὰ δείγματα τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ταῦτα ἐκ τοσούτου καθήμενος διαστήματος, ἐπεδείξω, κύριέ μου τιμιώτατε καὶ εὐγενέστατε, ἀλλὰ καὶ πολλὰ καὶ μεγάλα. ∆ιὰ τοῦτό σοι χάριτας ἴσμεν, καὶ συνεχῶς ἐπιστέλλειν βουλόμεθα, ἀλλ' οὐ δυνάμεθα ὁσάκις ἂν βουλώμεθα, γράφομεν δὲ ὁσάκις ἂν δυνώμεθα. Οἶσθα γὰρ καὶ τὴν ἀπὸ τοῦ χειμῶνος, καὶ τὴν ἀπὸ τῶν λῃστρικῶν ἐφόδων γινομένην ἐν ταῖς ὁδοῖς δυσκολίαν. Μὴ τοίνυν νομίσῃς ῥᾳθυμεῖν ἡμᾶς, ὅταν μακρὰν σιγήσωμεν σιγὴν, ἀλλὰ τῇ σπάνει τῶν γραμματηφόρων τοῦτο λογίζου, μὴ τῇ ὀλιγωρίᾳ τῇ ἡμετέρᾳ. Ὡς εἴγε δυνατὸν ἦν συνεχέστερον ἐπιστέλλειν, οὐκ ἂν ὠκνήσαμεν πυκνὰ πέμποντές σοι γράμματα. Ἡμῖν γὰρ ἑαυτοῖς ἐχαριζόμεθα, τὴν ὀφειλομένην σοι πρόσρησιν συνεχέστερον ἀποδιδόντες. Ταῦτ' οὖν εἰδὼς, γράφε ἡμῖν συνεχῶς καὶ αὐτὸς τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Ὅπερ ἔφης ἀπεσταλκέναι ἡμῖν, τοῦτο οὐδεὶς ἐκόμισεν ἐνταῦθα, ἀλλ' ὑπέστρεψεν ὁ ἔχων διὰ τὸν τῶν λῃστῶν φόβον. Πλὴν παρακαλοῦμέν σε μὴ ποιεῖν τοῦτο, μηδὲ δυσκολίας σαυτῷ παρέχειν καὶ πράγματα. Τὰ γὰρ μεγάλα σου δῶρα, τὸ γνήσιόν σου καὶ θερμὸν τῆς διαθέσεως, οὗ διηνεκῶς ἀπολαύοντες, ἐντρυφῶμεν ἀεὶ τῇ μνήμῃ τῆς σῆς ἀγάπης. Λʹ. Μάρωνι πρεσβυτέρῳ καὶ μονάζοντι. Ἡμεῖς τῇ μὲν ἀγάπῃ συνδεδέμεθά σοι καὶ τῇ διαθέσει, καὶ ὡς παρόντα σε ἐνταῦθα οὕτως ὁρῶμεν. Τοιοῦτοι γὰρ τῆς ἀγάπης οἱ ὀφθαλμοί· οὐχ ὁδῷ διακόπτονται, οὐ χρόνῳ μαραίνονται. Ἐβουλόμεθα δὲ καὶ συνεχέστερον ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου, ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι ῥᾴδιον διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ τὴν ἀπορίαν τῶν ὁδοιπόρων, ἡνίκα ἂν ἐξῇ προσαγορεύομέν σου τὴν τιμιότητα, καὶ δῆλόν σοι ποιοῦμεν, ὅτι διηνεκῶς ἐπὶ μνήμης σε ἔχομεν, ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ περιφέροντες, ὅπουπερ ἂν ὦμεν. ∆ήλου τοίνυν καὶ αὐτὸς ἡμῖν συνεχέστερον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, ἵνα καὶ τῷ σώματι κεχωρισμένοι, μανθάνοντες συνεχῶς τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, εὐθυμότεροι γινώμεθα, καὶ πολλὴν ἐν ἐρημίᾳ καθήμενοι δεχώμεθα τὴν παράκλησιν. Οὐ μικρὰν γὰρ ἡμῖν εὐφροσύνην κομίζει τὸ ἀκούειν περὶ τῆς ὑγιείας τῆς σῆς. Καὶ πρὸ πάντων εὔχεσθαι ὑπὲρ ἡμῶν παρακλήθητι. ΛΖʹ. Τραγκυλίνῳ ἐπισκόπῳ. Τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον οἴκοθεν μὲν ὁ περὶ ἡμᾶς ἀνέστησε πόθος, ἐντεῦ52.631 θεν δὲ ὁ τῆς σῆς ἀγάπης ἔρως. Οὗτος αὐτὸν καὶ χειμῶνος κατατολμῆσαι, καὶ δυσκολίας ὁδοῦ, καὶ ἀῤῥωστίας χαλεπωτάτης ἀνέπεισεν. Ἐπαινέσας τοίνυν αὐτὸν, δέσποτά μου τιμιώτατε, τοῦ φίλτρου τῆς σπουδῆς, ἀπόδος αὐτῷ τὴν ἀμοιβὴν τῆς μακρᾶς ταύτης ταλαιπωρίας, τὴν εἰωθυῖαν περὶ αὐτὸν ἀγάπην καὶ νῦν ἐπιδειξάμενος. Ἐπεὶ καὶ ἡμεῖς ὡς εἰς λιμένα αὐτὸν ἀκύμαντον εἰς τὰς σὰς παρεπέμψαμεν χεῖρας, εἰδότες σου τὴν πολλὴν φιλοφροσύνην, τὴν γνησίαν ἀγάπην, τὴν θερμὴν καὶ ἀκλινῆ καὶ ἀπερίτρεπτον. Κἂν ἀφικνῆταί τις ἐκεῖθεν, καὶ ῥᾴδιον γένηται, καὶ ἐπιστεῖλαι ἡμῖν παρακλήθητι τὰ περὶ τῆς ῥώσεώς σου. Εὐψύχιος γὰρ εἰς τὸ παρὸν οὐκ ἀπήντησε· διὸ οὐδὲ μαθεῖν τι δεδυνήμεθα ὧν ἔφης ἐκεῖνον ἐρεῖν πρώην ἡμῖν ἐπιστέλλων, διὰ τὸ μηδαμοῦ τὸν ἄνθρωπον φαίνεσθαι. Ταῦτ' οὖν εἰδὼς, ἐκεῖνά τε ἅπερ δι' ἐκείνου πρώην ἐδήλωσας,