1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

8

μυρίοις περιεστοιχίσμεθα δεινοῖς, ἀλλ' ὅμως οὐ παυόμεθα μεριμνῶντες τὴν σὴν θαυμασιότητα· καὶ καθ' ἑκάστην πυνθανόμεθα ἐν τίσιν ὁρμᾷ τὰ σά. Ἵν' οὖν μὴ παρ' ἑτέρων, ἀλλὰ καὶ παρὰ τῆς γλυκείας καὶ ποθεινοτάτης ἡμῖν διαθέσεως ταῦτα μανθάνωμεν, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς· καὶ τὸ πᾶν ἀπειλήφαμεν, ἢν δεξώμεθα ἐπιστολὰς ταῦτα φερούσας ἡμῖν τὰ εὐαγγέλια. 52.633 ΜΒʹ. Κανδιδιανῷ. Πολὺ τῆς ὁδοῦ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' οὐδὲ ὁ χρόνος βραχὺς, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς· καὶ τῶν πραγμάτων δὲ πολὺς ὁ περιεστὼς ἡμᾶς ὄχλος, ἐρημία χωρίου χαλεπωτάτη, πολιορκία ἀφόρητος, ἔφοδοι, καταδρομαὶ λῃστῶν, ἑτέρα στενοχωρία, ἡ τοῦ σώματος ἀῤῥωστία. Ἀλλ' ὅμως οὐδὲν τούτων ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν σὴν πεποίηκεν, ἀλλ' ἀκμάζουσαν αὐτὴν καὶ ἀνθοῦσαν διατηροῦμεν, ἐπὶ διανοίας σε περιφέροντες, ὅπουπερ ἂν ὦμεν, καὶ ἄληστόν σου τὴν μνήμην ἔχοντες, καὶ τὸ εὐγενές σου τῆς ψυχῆς, τὸ ἐλευθέριον, τὸ ἄτρεπτον, τὸ ἀκλινὲς τῆς γνησίας ἀγάπης, τὸ θερμὸν τῆς διαθέσεως ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Οὕτως ἐνταῦθα διάγομεν, μεγίστην παραμυθίαν τῆς τοσαύτης ἐρημίας τὴν μνήμην τῶν σῶν κατορθωμάτων ἔχοντες. Γράφε δὴ καὶ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτά μου θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα καὶ γὰρ περισπούδαστον ἡμῖν περὶ ταύτης μανθάνειν, καὶ ὅτι διπλῆν καρπωσόμεθα τὴν εὐφροσύνην, τῷ τε ἐπιστέλλειν αὐτὸν, τῷ τε τοιαῦτα δέχεσθαι ἡμᾶς γράμματα παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς. ΜΓʹ. Βασσιανῇ. Αὐτὴ μὲν μακρὸν ἐσίγησας χρόνον, καὶ ταῦτα ἔχουσα τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν διάκονον, δυνάμενον ῥᾳδίως εὑρίσκειν τοὺς ἐκεῖθεν ἐνταῦθα ἀφικνουμένους. Ἡμεῖς δὲ οὐδὲ ἐντεῦθεν ὑποπτεύομέν σου τὴν ἀγάπην, ὡς ῥᾳθυμοτέραν γεγενημένην περὶ ἡμᾶς· πολλὴν γὰρ αὐτῆς πεῖραν, καὶ διὰ πολλῶν εἰλήφαμεν, καὶ ἔγνωμεν αὐτῆς τὸ λαμπρὸν καὶ εἰλικρινὲς, τὸ γνήσιον καὶ ἀπερίτρεπτον. ∆ιὸ κἂν γράφῃς, κἂν σιγᾷς, ὁμοίως διακείμεθά σου περὶ τὴν εὐγένειαν, καὶ θαῤῥοῦμεν περὶ τῆς διαθέσεως τῆς σῆς, ὡς ἀκεραίου καὶ ἀκραιφνοῦς μενούσης. Ἀλλ' ὅμως καὶ οὕτω διακείμενοι, σφόδρα βουλόμεθα συνεχῆ δέχεσθαι γράμματα παρ' ὑμῶν, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγιείας τῆς ὑμετέρας, καὶ τοῦ οἴκου ὑμῶν παντός. Ἐπειδὴ καὶ σφόδρα ταύτης ἐπιθυμοῦμεν καὶ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα. Ταῦτα οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, χαρίζου τὴν χάριν ἡμῖν ταύτην, κούφην τε οὖσαν καὶ ῥᾳδίαν, καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν παραμυθίαν. Μ∆ʹ. Θεοδότῳ διακόνῳ. Οἶδα καὶ αὐτὸς, ὅτι οὐκ ἂν ἡμῖν διὰ γραμμάτων συνεγένου, εἰ διὰ παρουσίας ἐξῆν· ἀλλὰ πάντα ἀφεὶς μεθ' ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ κώλυμα ἦν, καὶ κώλυμα μέγιστον, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ τῶν πραγμάτων ἡ δυσκολία, καὶ τῶν ἐνταῦθα ἡ καθ' ἑκάστην ἡμέραν ἐπιτεινομένη πρὸς τὸ χεῖρον ἐρημία. Καὶ οὐδὲν δέομαι τοῦτο παρὰ σοῦ μανθάνειν. Ἐπειδὴ γὰρ ἔγνων ἅπαξ, ὅτι σφοδρὸς ἡμῶν ἐραστὴς εἶ, 52.634 ἔγνων καὶ τοῦτο καλῶς. Ἡμεῖς μὲν οὖν, καὶ μὴ ἀναμνήσαντός σου, πρὸς πάντας ἂν ἐπεστάλκαμεν· ἐθαυμάσαμεν δέ σε καὶ ταύτης τῆς περὶ ἡμᾶς φιλοστοργίας, ὅτι καὶ τῷ τέλει τῆς ἐπιστολῆς παράκλησιν ὑπὲρ τούτου προσέθηκας. Τοῦτο γὰρ ψυχῆς σφόδρα μεριμνώσης τὰ ἡμέτερα, φροντιζούσης, κηδομένης, γνησίως ἀγαπᾷν ἐπισταμένης. Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπέσταλκα· ἐπειδὴ δὲ καὶ τῇ κυρίᾳ μου Καρτερίᾳ πρώην ἦμεν ἐπεσταλκότες, ἔγνωμεν δὲ αὐτὴν μὴ διατρίβειν ἐκεῖσε, ἀλλὰ μακρὰν ὁδὸν ἀποδεδημηκέναι· εἰ μὲν οἷόν τε ἐκπεμφθῆναι τὰ γράμματα τὰ ἡμέτερα ἐκεῖ, καὶ τοῦτο γενέσθω, ἐὰν δοκιμάσῃς· εἰ δὲ μὴ δυνατὸν, τοῖς γοῦν κυρίοις μου τιμιωτάτοις καὶ εὐγενεστάτοις τοῖς περὶ Μαρκελλιανὸν συντυχὼν διαλέχθητι, ὥστε αὐτῇ εἴ ποτε ἐπιστέλλοιεν, ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὡς οὐκ ἐῤῥᾳθυμηκότων, οὐδὲ τὸν μεταξὺ χρόνον σεσιγηκότων, ἀλλ' ὑπὸ τῆς μακρᾶς αὐτῆς