12
ἅπερ καὶ ἔμπροσθεν, ὅτι νῦν μάλιστα πάντα δεῖ ποιεῖν καὶ πάσχειν, ὥστε μὴ καταλιπεῖν ἔρημον τὴν καλὴν ὑμῶν γεωργίαν, μηδὲν ἀφεῖναι διαφθαρῆναί τινα τῶν ἤδη κατορθωθέντων. Καὶ γὰρ καὶ ποιμένες ὅταν ἴδωσι πολλὴν πάντοθεν τοῖς προβάτοις ἐπιτιθεμένην λύμην, τότε μάλιστα ἀγρυπνοῦσι καὶ διεγείρονται, καὶ σφενδόνην μεταχειρίζουσι, καὶ τῇ ἄλλῃ κέχρηνται τέχνῃ, ὥστε πᾶσαν τῆς ἀγέλης ἀπελάσαι βλάβην. Εἰ γὰρ πρόβατα ἄλογα πεπιστευμένος ὁ Ἰακὼβ, ἔτη δεκατέσσαρα διετέλεσε δουλεύων, καὶ θάλπει καὶ ψύχει ταλαιπωρούμενος, καὶ ἀγρυπνίᾳ πολλῇ, καὶ τὴν ἐσχάτην θητείαν ἐθήτευσεν, ἐννόησον ὅσα καὶ ποιεῖν καὶ πάσχειν χρὴ τοὺς τὰ πρόβατα λογικὰ ἐμπεπιστευμένους, ὑπὲρ τοῦ μηδὲν αὐτῶν παραπολέσθαι. Παρακαλῶ τοίνυν σου τὴν εὐλάβειαν, ὅσῳ μείζων ὁ χειμὼν, καὶ πλείονα τὰ κακὰ, καὶ σφοδρὰ τὰ κωλύματα, καὶ πολλοὶ οἱ ἐπιβουλεύοντες, τοσούτῳ μᾶλλον καὶ αὐτὸν διαναστῆσαι, καὶ ἑτέρους 52.639 παρακαλέσαι συνεφάψασθαί σου τῆς καλῆς ταύτης προνοίας, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπειχθῆναι παραγενέσθαι ἐκεῖσε. Καὶ γὰρ καὶ τῆς ἀποδημίας αὐτῆς οὐ μικρὸν ἕξεις μισθόν· εἰ δὲ τῆς ἀποδημίας, πολλῷ μᾶλλον εἰ τῶν ἔργων ἅψαιο, καὶ σπουδὴν πολλὴν ἐπιδείξαιο. Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν. Ἐκεῖ μὲν γὰρ ὄντα, καὶ ταῦτά ἐστιν ἔχειν ἃ νῦν ἔχεις, τὴν νηστείαν, τὰς ἀγρυπνίας, τὴν ἄλλην φιλοσοφίαν. Οἴκοι δὲ καθήμενον, οὐκ ἔστι κερδᾶναι ἅπερ ἐκεῖ καθήμενόν ἐστι καρπώσασθαι, ψυχῶν σωτηρίαν τοσούτων, τὸν ἀπὸ τῶν κινδύνων μισθὸν, τὴν ἀπὸ τῆς τοσαύτης προθυμίας ἀμοιβήν· ἔστι γὰρ προθυμίας ἀμοιβή. Ἐννοῶν τοίνυν ἡλίκους σαυτῷ προαποθήσῃ στεφάνους, μηδὲν μελλήσῃς, μηδὲ ὑπερθῇ· ἀλλὰ ῥᾳΐσας, ἐντεῦθεν ἤδη τῆς ἀποδημίας ἅψασθαι παρακλήθητι, μηδὲν φροντίζων τῶν χρειῶν ἕνεκεν. Πάντα γὰρ εἶπον τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ Κωνσταντίῳ, εἴτε εἰς οἰκοδομὰς ἀναλῶσαι δέοι, εἴτε εἰς χρείας ἀδελφῶν, μετὰ πλείονος παρασχεῖν ὑμῖν τῆς δαψιλείας, καὶ μετὰ πλείονος νῦν ἢ ἔμπροσθεν. Ἔχων τοίνυν καὶ τὴν ἐκεῖθεν εὐκολίαν καὶ πρὸ πάντων τὸ πρᾶγμα ποιεῖν ἀρέσκον Θεῷ, πάντα ὄκνον ἐκβαλὼν, ἐπειχθῆναι ταχέως παρακλήθητι, καὶ ἐξ αὐτῆς ἡμῖν τοῦτο δήλωσον, ἵνα καὶ ἐν ἐρημίᾳ ὄντες χαλεπῇ πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. Εἰ γὰρ μάθοιμεν ὅτι ἀποδεδήμηκας ἐκεῖσε μετὰ τῆς γνώμης ἐκείνης, πάντα ποιῆσαι καὶ παθεῖν ὑπὲρ σωτηρίας τῶν αὐτόθι ψυχῶν παρεσκευασμένος, οὐδὲ ἐρημίαν ἡγησόμεθα οἰκεῖν ἀπὸ τῆς τοσαύτης ἡδονῆς. Ἐπιθυμοῦμεν γὰρ καὶ ἡμεῖς παραγενόμενόν σε ἰδεῖν· ἀλλ' ἐπειδὴ τοῦτο ὅπερ εἶπον ἀναγκαιότερον, καὶ δέος μήποτε ὁ χειμὼν ἀποκλείσῃ σοι τὴν ὁδὸν τὴν ἐντεῦθεν ἐκεῖσε, διὰ τοῦτό σε ἐπείγομεν, καὶ παρακαλοῦμεν ταχέως ἐπειχθῆναι. ΝΕʹ. Συμεὼν καὶ Μάρι πρεσβυτέροις, καὶ μονάζουσιν ἐν τῇ χώρᾳ Ἀπαμείας. Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ διαστήματι, καὶ ἐν χαλεπωτάτῃ καθήμεθα ἐρημίᾳ, ἀλλ' ὅμως μαθόντες ὑμῶν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ τὴν πολλὴν φιλοσοφίαν, δι' ἧς τοὺς αὐτόθι πάντας καταλάμπετε, σφοδροὶ γεγόναμεν ὑμῶν ἐρασταί. Καὶ ἐπειδὴ τῆς κατ' ὄψιν ἡμῶν συντυχίας τέως ἀπολαῦσαι οὐκ ἔνι, διά τε τὴν τοῦ χειμῶνος ὥραν, διά τε τῆς ὁδοῦ τὸ μῆκος, διὰ γραμμάτων συγγενέσθαι ἐσπουδάσαμεν ὑμῖν, παρακαλοῦντες ὑμῶν τὴν εὐλάβειαν, εὔχεσθαί τε ἐκτενῶς ὑπὲρ τῆς λύσεως τῶν τὴν οἰκουμένην κατειληφότων κακῶν, καὶ πάντας εἰς τοῦτο διεγείρειν μετὰ πολλῆς τῆς προθυμίας, ἡμῖν τε, ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἐπιστέλλειν περὶ τῆς ὑγείας τῆς ὑμετέρας· ἵνα καὶ πόῤῥωθεν ὑμῶν ὄντες, καὶ πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν, συνεχέστερον τὰ περὶ τῆς ῥώσεως ὑμῶν μαν52.640 θάνοντες. Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας. Παρακαλῶ τοίνυν ἐννοήσαντας τοῦ κατορθώματος ἡλίκον τὸ μέγεθος, εἴ τινας