1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

14

χρόνου στενοχωρίαν ἔχεις καταφυγεῖν· ἱκανὸν γὰρ τῶν ἡμερῶν τὸ πλῆθος πολλὴν ὁδοιπόρῳ παρασχεῖν εὐκολίαν πρὸς ἐπάνοδον. Ἀλλ' οὐδὲ τὰ Ἰσαυρικὰ προβαλλομένου ἀνασχοίμεθα ἂν, ἐπειδὴ σφόδρα σε φιλοῦμεν. Καὶ γὰρ πολλοὶ οἱ ἐκεῖθεν μετὰ τὴν σὴν ἀποδημίαν ἐνταῦθα παραγενόμενοι. Τί οὖν ἐστι τῆς σιγῆς τὸ αἴτιον; Ὄκνος καὶ ῥᾳθυμία. Ἀλλ' ὅμως ἀφίεμέν σε τῶν ἐπὶ τῇ προτέρᾳ ὀλιγωρίᾳ ἐγκλημάτων, ἂν βουληθῇς εἰς τὸ ἐπιὸν τῇ πυκνότητι τῶν γραμμάτων διορθῶσαι τὸ 52.642 παροφθέν. Οἶσθα γὰρ ὅπως ἡμῖν χαριῇ, συνεχῶς ἡμῖν ἐπιστέλλων τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ξʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ. Οἶδα ὅτι σφόδρα ὑμᾶς διετάραξε τῶν ἐπαλλήλων πειρασμῶν ἡ συνέχεια, τῶν ἐπενεχθέντων τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ. Ἀλλὰ μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Ὁ γὰρ διὰ τὸν Θεὸν ταῦτα πάσχων, ὅσῳπερ ἄν τι χαλεπώτερον πάθῃ, μειζόνων ἀπολαύει στεφάνων. Ἱκανὴν τοίνυν ἔχουσαι ταύτην τὴν παράκλησιν, φέρετε γενναίως καὶ εὐχαρίστως τὰ συμπίπτοντα, δοξάζουσαι τὸν Θεὸν ἐφ' ἅπασι τοῖς συμβαίνουσιν. Οὕτω γὰρ καὶ ὑμεῖς κοινωνοὶ γενήσεσθε τῶν ἀποκειμένων αὐτῷ μισθῶν καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα. Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Παρακληθεῖσαι οὖν καὶ διὰ τούτων, καὶ διὰ τῆς παρουσίας αὐτοῦ, ἅπαν ἀθυμίας διασκεδάσατε νέφος, χαίρουσαι, εὐφραινόμεναι ἐπὶ τοῖς τούτου παθήμασι. Καὶ γὰρ ἄφατος αὐτῷ ἐντεῦθεν κείσεται ὁ καρπὸς καὶ ἀκήρατος. ΞΑʹ. Θεοδότῳ ἀπὸ κονσουλαρίων. Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ δυσχεραίνειν τοῦ παιδὸς τὴν ἀληθῆ φιλοσοφίαν φιλοσοφοῦντος, ἀλλὰ καὶ συνήδεσθαι, καὶ πάντα ποιεῖν, ὅπως εἰς ἄκρον αὐτῆς ἀφίκοιτο· καὶ μηδὲ τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι. ∆ιὰ ταῦτά σοι καὶ ἡμεῖς πολλὰς χάριτας ἴσμεν, καὶ τεθαυμάκαμεν πῶς τοιοῦτον ἡμῖν δῶρον δεδωκὼς, τὸν υἱὸν, ἐνόμισας δεῖν σοι καὶ ξενίων εἰς τιμὴν ἡμετέραν. Τὴν μὲν οὖν τιμὴν τὴν ἐκ τῶν πεμφθέντων ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν, οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;, ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν. Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, 52.643 καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. Τοῦτο δὲ καὶ αὐτὸς κατορθωθῆναι σπούδασον τῷ παιδὶ, καὶ πάντως ἡμῶν ἐπαινέσῃ τὴν συμβουλὴν, καὶ πολλὴν εἴσῃ τῆς παραινέσεως ταύτης τὴν χάριν ἡμῖν. ΞΒʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῃ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Ὅτι μὲν ἡμᾶς ἀπέλιπεν ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος Κωνστάντιος, ἀλγῶ· ὅτι δὲ ὑμᾶς ἀπείληφε, χαίρω, καὶ μειζόνως χαίρω, ἢ ἐκεῖνο ἀλγῶ. Εὖ γὰρ οἶδ' ὅτι εἰς ἀκύμαντον ὁρμιεῖ λιμένα, τὴν ὑμετέραν ἀγάπην. Κἂν γὰρ μυρίαι πανταχόθεν περιεστήκωσι ταραχαὶ, καὶ πολλὰ ἐγείρηται τὰ κύματα, ἀλλὰ τοιαῦτα τὰ ὑμέτερα, ὡς καὶ ἐν χειμῶνι γαλήνης ἀπολαύειν λευκῆς, διὰ τὴν προσοῦσαν ὑμῖν ἀνδρείαν, καὶ τὴν ἀπερίτρεπτον ἀγάπην καὶ διάθεσιν. Ἰδόντες τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶ, πάντα αὐτῷ γενέσθαι παρακλήθητε. Ἴστε γὰρ ὅσος ὑμῖν κείσεται μισθὸς, εἰκῆ καὶ μάτην ἐπηρεαζόμενον ἀνέχειν σπουδάζουσιν. Οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι ζητοῦμεν, ἀλλ' ὥστε μηδὲν αὐτὸν παρὰ τὸ δίκαιον ἐπηρεασθῆναι, καὶ μάτην ἄγεσθαι καὶ