19
ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν. Αὕτη δέ ἐστι τὸ συνεχῶς ἡμῖν γράφειν περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν. Ἐπεὶ δὲ τοῦτο ὁ τῶν Ἰσαύρων ἐκώλυσε φόβος, τὴν γοῦν ἀπὸ τῶν γραμμάτων ἡμῖν παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν. Οʹ. Χαλκιδίᾳ. Ἐγὼ μὲν σφόδρα ἐπιθυμῶ σὺν ἡμῖν εἶναι τὸν δεσπότην μου τὸν τιμιώτατον πρεσβύτερον. Εἰ δὲ τὸ παραγενέσθαι αὐτόθι τοῦτον οἶσθα λυσιτελὲς, προτιμῶ τῆς ἐνταῦθα αὐτοῦ παρουσίας τὴν ἄδειαν αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης ἀπαλλαγῆναι ταραχῆς. Μὴ τοίνυν νομίσῃς αὐτὸν κωλύεσθαι παρ' ἡμῶν, εἰ βούλοιτο ἀποδημεῖν. Ἡμεῖς γὰρ ἕως τοῦ νῦν διὰ τοῦτο αὐτὸν ἐπέσχομεν, ὡς οὐ σφόδρα τῆς τοῦ πράγματος φύσεως ἀπαιτούσης αὐτοῦ τὴν παρουσίαν, καὶ δεδοικότες μήποτε εἰς τὰς τῶν Ἰσαύρων ἐμπέσῃ χεῖρας. Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας. Κἂν γὰρ τῷ σώματι κεχωρισμένοι ὦμεν, ἀλλὰ τῇ τῆς ἀγάπης ἁλύσει μένομεν πρὸς αὐτὸν συνδεδεμένοι. Μηδέν σε θορυβείτω, παρακαλῶ, τῶν συμπιπτόντων χαλεπῶν. Ὅσῳ γὰρ πλείους αἱ περιστάσεις, τοσούτῳ σοι μείζων ἡ πραγματεία, καὶ πλείων ὁ μισθὸς, καὶ ἡ ἀντίδοσις παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἂν εὐχαρίστως φέρῃς καὶ γενναίως τὰ συμβαίνοντα. Οὕτω γὰρ καὶ ταῦτα εὐκαταγώνιστα ἔσται, καὶ ὁ ἐκ τῆς τούτων ὑπομονῆς σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων. 52.650 ΟΖʹ. Ἀσυγκριτίᾳ. Καὶ ἔμπροσθεν ἐπέσταλκά σου τῇ τιμιότητι, ὅτι καὶ σὲ μετὰ τῶν παραγενομένων ἀριθμοῦμεν κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ νῦν τὸ αὐτὸ λέγομεν, ὅτι τῇ γνώμῃ παραγέγονας. Εἰ δὲ ἡ ἀσθένεια τοῦ σώματος διεκώλυσε, καὶ οἱ θόρυβοι οἱ τὴν Ἀρμενίαν κατειληφότες, ἡμεῖς ἀπὸ τῆς γνώμης καὶ τῆς προαιρέσεως τὴν αὐτὴν περὶ τῆς διαθέσεώς σου ψῆφον ἔχομεν, ἥνπερ καὶ ἔμπροσθεν. Μὴ τοίνυν καταφρόνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ εἴ σοι λέλυται τὰ τῆς ἀῤῥωστίας, καὶ περὶ τῆς ὑγείας σου δηλοῦν. Ἐπεὶ καὶ νῦν σφόδρα ἠλγήσαμεν, ἀκούσαντές σε ἐν ἀῤῥωστίᾳ εἶναι. Ἵν' οὖν μὴ μεριμνῶμεν περὶ τούτου, διὰ τάχους ἡμῖν δήλωσον, εἰ πρὸς ὑγείαν σοι τὰ τῆς ἀῤῥωστίας μεταβέβληται. ΟΗʹ. Ῥωμανῷ πρεσβυτέρῳ. Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε. ∆ιόπερ καὶ ἡμεῖς σφόδρα καλλωπιζόμεθα ἐπὶ τῇ διαθέσει τῆς εὐλαβείας σου, καὶ μακαρίζοντές σε οὐ διαλιμπάνομεν, καί σου δεόμεθα συνεχῶς ἐπιστέλλειν ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πόῤῥω ὑμῶν ἀπῳκίσμεθα, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει συνδεδέμεθά σοι, ἣν ἐξ ἀρχῆς διάθεσιν περὶ τὴν σὴν τιμιότητα ἐπεδειξάμεθα, ταύτην, μᾶλλον δὲ καὶ πολλῷ πλείονα καὶ θερμοτέραν νῦν ἔχοντες. Οὐδὲν γὰρ ὑμᾶς οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε τῆς ὁδοῦ τὸ μῆκος ῥᾳθυμοτέρους εἰς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ σπουδαιοτέρους. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ προηγουμένως διηνεκῶς ἐν ταῖς ἁγίαις σου μεμνημένος εὐχαῖς· ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν συμμαχίαν. ΟΘʹ. Γεμέλλῳ. Τί τοῦτο; Ὅτε ἡ τοσαύτη καὶ τηλικαύτη πόλις ἑορτὴν ἄγει λαμπρὰν τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν, τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν; Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν πολλῶν ὁ τοῦτο πεπονθὼς, καὶ τὴν αἰτίαν ῥᾳδίως ἂν εὗρον. Τίς δέ ἐστιν αὕτη; Εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ἡνίκα ἂν μείζονος ἀρχῆς ἐπιλάβωνται, καὶ ἐν ὄγκῳ φρονήματος γίνεσθαι μείζονι· ἐπὶ δὲ τῆς σῆς μεγαλοπρεπείας φιλοσοφεῖν εἰδυίας, καὶ ἀκριβῶς διεσκεμμένης τῶν ἐπικήρων τούτων καὶ ῥεόντων