22
Οὕτω γὰρ ἀρκέσει εἰς συμμαχίαν ὑμῖν αὕτη ἡ πρόθεσις, τοῦ Θεοῦ τὴν γνώμην ὑμῶν ἀποδε52.654 χομένου τὴν ἐν τοσαύτῃ συγχύσει τὰ ὀρθὰ ἑλομένην, καὶ τὴν παρ' ἑαυτοῦ παρέχοντος ῥοπήν. ΠΖʹ. Εὐλογίῳ ἐπισκόπῳ. Ἡμεῖς κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, ἀλλὰ πανταχοῦ περιφέροντες ἄπιμεν· οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας· εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης· σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας. Ὑπὲρ τούτων χάριτας ὁμολογοῦμεν, μακαρίζομεν, θαυμάζομεν καὶ παρακαλοῦμεν τὸν αὐτὸν παραμεῖναι ζῆλον ἐπιδεικνύμενον. Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας. Οὐ γὰρ μικρὰ αὕτη, ἀλλὰ καὶ σφόδρα μεγίστη τῶν κακῶν διόρθωσις. Ὅτι δὲ τῆς σῆς εὐλαβείας οὕτω διακειμένης πάντες οἱ κατὰ τὴν Παλαιστίνην κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι ἐπίσκοποι ἕψονταί σου τοῖς ἴχνεσιν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα γὰρ σαφῶς ὅτι ἐν τοῖς τοιούτοις κατορθώμασιν ὥσπερ σῶμα συνεχὲς κεφαλῇ, οὕτως αὐτοὺς τῇ γλυκύτητί σου τῆς ἀγάπης συνῆψας καὶ συνδεδέσθαι παρεσκεύασας, ὅπερ καὶ τοῦτο μέγιστον δεῖγμα τῆς σῆς ἀρετῆς. ΠΗʹ. Ἰωάννῃ ἐπισκόπῳ Ἱεροσολύμων. Ἀπῳκίσθημεν εἰς τὴν Κουκουσὸν, τῆς δὲ ἀγάπης τῆς ὑμετέρας οὐ μετῳκίσθημεν. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τοῦτο δὲ ἐφ' ἡμῖν. ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον προσθεῖναι τὸ τέλος. Οὐ γὰρ μικρὸς ἐντεῦθεν ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα. Ταῦτ' οὖν εἰδὼς, δέ52.655 σποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, τάς τε Ἐκκλησίας ἀσφαλίζου, τὴν τούτῳ τῷ τρόπῳ μεγίστην ἐντεῦθεν προσδοκῶν ἀντίδοσιν, ἡμῶν τε τῶν σφόδρα ἀγαπώντων τὴν σὴν εὐλάβειαν, καὶ ἐκκρεμαμένων σου τῆς διαθέσεως, διηνεκῶς μέμνησο. Ἴσμεν γὰρ ὅσην περὶ ἡμᾶς ἀγάπην ἐπιδείκνυσαι, διὰ τῶν πραγμάτων αὐτῶν μαθόντες. ΠΘʹ. Θεοδοσίῳ ἐπισκόπῳ Σκυθοπόλεως. Τῷ μὲν τόπῳ μακρὰν ὑμῶν διεστήκαμεν, τῇ δὲ ἀγάπῃ ἐγγὺς ὑμῶν ἐσμεν καὶ πλησίον, καὶ αὐτῇ συνδεδέμεθα ὑμῶν τῇ ψυχῇ. Τοιοῦτον γὰρ τὸ φιλεῖν· οὐ κωλύεται τόπῳ, οὐ διείργεται ὁδοῦ μήκει, ἀλλὰ πᾶσαν ῥᾳδίως περιίπταται τὴν οἰκουμένην, καὶ συγγίνεται τοῖς ἀγαπωμένοις. Ὃ δὴ καὶ ἡμεῖς ποιοῦμεν νῦν, ἐν διανοίᾳ ὑμᾶς περιφέροντες. Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας.