1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

25

τιμωρίας. Μηδὲν τοίνυν δέδιθι τῶν ἀπειλουμένων, κἂν τοὺς ὀδόντας βρύχωσι, κἂν θυμῷ πολλῷ μεθύωσι, κἂν φόνιον βλέπωσιν, εἰς ἀγριότητα θηρίων ὑπὸ τῆς πονηρίας ἐκπεσόντες. Ὁ γὰρ μέχρι σήμερον ἐξαρπάσας σε τῶν ποικίλων αὐτῶν καὶ διαφόρων ἐπιβουλῶν, οὗτός σε καὶ εἰς τὸ μέλλον ἀνδριζομένην ἐν ἀσφαλείᾳ καταστήσει πλείονι· καὶ ἐρεῖς καὶ αὐτή· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅπερ καὶ γέγονε, καὶ ἔσται· ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει. Τί γὰρ ἐνέλιπον ἐπιβουλῆς; ποῖον τρόπον μηχανημάτων οὐκ ἐκίνησαν, ἐπιχειροῦντες ἐπιβουλεύειν τῇ στεῤῥᾷ σου καὶ γνησίᾳ Θεῷ, μᾶλλον δὲ καὶ γενναίᾳ καὶ ἀνδρειοτάτῃ ψυχῇ; Κατήγαγον εἰς ἀγορὰν, τὴν ἐκκλησίας καὶ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, ἀπ' ἀγορᾶς εἰς δικαστήριον, ἀπὸ δικαστηρίου εἰς δεσμωτήριον. Ψευδομαρτύρων ἠκόνησαν γλώσσας, συκοφαντίαν ἔῤῥαψαν ἀναίσχυντον, φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων ἀνάλωσαν, ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις. Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας αὐτοὺς ἀποφήνασα ἐπὶ τῷ ἐγκλήματι τούτῳ τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα ἐδόκουν μέγα φρονεῖν οἱ ἄθλιοι καὶ ταλαίπωροι. Ἐννοοῦσα τοίνυν τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν· ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας· προσδόκα ταχέως καὶ τὸν λιμένα μετὰ πολλῶν τῶν στεφάνων. Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν, ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα ἀῤῥωστίας. Εἰ δὲ καὶ ἠῤῥωστοῦμεν, ἱκανὸν ἡμῖν φάρμακον εἰς ὑγείαν τῆς σῆς εὐλαβείας ἡ ἀγάπη, ἡ γνησία, καὶ θερμὴ, καὶ στεῤῥὰ, καὶ ἀπερίτρεπτος. Ἐπεὶ οὖν οὐ τὴν τυχοῦσαν ἡμῖν εὐφροσύνην 52.659 φέρει τὸ συνεχῶς μανθάνειν τὰ περὶ τῆς ῥώσεώς σου, καὶ τῆς ἀσφαλείας ἁπάσης, παρακαλοῦμεν, ὃ καὶ χωρὶς παρακλήσεως εἴωθας ποιεῖν, συνεχέστερον ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῶν προσηκόντων σοι· οἶσθα γὰρ ὅπως καὶ σὲ καὶ τὸν εὐλογημένον σου οἶκον πάντα μεριμνῶμεν. Εʹ. Παιανίῳ. Χαλεπὰ τὰ γεγενημένα· ἀλλ' οὐχ ὑπὲρ τῶν παθόντων καὶ στάντων γενναίως, ἀλλ' ὑπὲρ τῶν ποιησάντων θρηνεῖν ἀναγκαῖον. Καθάπερ γὰρ τὰ δυσθάνατα τῶν θηρίων πολλῷ τῷ θυμῷ ταῖς ἀκμαῖς τῶν δοράτων ἐμπίπτοντα, πρὸς τὰ βαθύτερα τῶν σπλάγχνων ὠθοῦσι τὰ ξίφη· οὕτω δὴ καὶ οἱ τὰς παρανομίας ταύτας τολμῶντες, τὸ χαλεπὸν τῆς γεέννης πῦρ κατὰ τῆς ἑαυτῶν συνάγουσι κεφαλῆς. Εἰ δὲ ἐγκαλλωπίζονται οἷς ποιοῦσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ, καὶ πλειόνων ἄξιοι δακρύων, ὅτι καὶ ταύτῃ χαλεπωτέρας ἑαυτοῖς τὰς εὐθύνας κατασκευάζουσι. Τούτους οὖν δεῖ θρηνεῖν διηνεκῶς, τοῖς δὲ πικρῶς οὕτω σφαττομένοις ὑπ' αὐτῶν συνήδεσθαι τῶν βραβείων, τῶν στεφάνων τῶν ἐν τοῖς οὐρανοῖς ἀποκειμένων, καὶ ταύτην μεγίστην ποιεῖσθαι καὶ σαφεστάτην ἀπόδειξιν τῆς καιρίας τοῦ διαβόλου πληγῆς. Εἰ γὰρ μὴ καιρίαν αὐτὴν ἐδέξατο, οὐκ ἂν τοσοῦτον ἔπνευσε διὰ τῶν πειθομένων αὐτῷ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, δέσποτά μου θαυμασιώτατε, μεγίστην δέχου παράκλησιν, καὶ γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἐπιθυμοῦμεν γὰρ ἰδεῖν καὶ περιπτύξασθαι τὴν φίλην ἡμῖν κεφαλήν· ἀλλ' ἐπειδὴ τοῦτο νῦν οὐκ ἔνι, παρακαλῶ σου τὴν εὐγένειαν. αὐτόν τε ἡμῖν συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ τοῖς σφόδρα ἡμᾶς ἀγαπῶσι πολλὴν εἰς τοῦτο παρασκευάζειν τὴν εὐκολίαν. ʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ. Τὰ κύματα, ταῖς πέτραις προσρηγνύμενα, ἐκείνας μὲν οὐδὲ μικρὸν διασαλεῦσαι δύναται, ἑαυτὰ δὲ μειζόνως τῷ ῥαγδαίῳ τῆς ῥύμης διαλύοντα ἀφανίζει. Τοῦτο καὶ ἐφ' ὑμῶν