1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

27

μνήμην ἀκμάζουσαν πανταχοῦ περιφέροντες. Εἰ δὲ μὴ ὁσάκις ἐβουλόμεθα ἐπεστάλκαμεν, ἀλλὰ σπανιάκις, τοῦτο οὐ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας, ἀλλὰ τῆς τῶν πραγμάτων ἀνάγκης, καὶ τοῦ τὴν ὁδὸν ἄβατον ὁδοιπόροις εἶναι νῦν. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, καὶ γραφόντων ἡμῶν, καὶ σιγώντων, ὁμοίως διάκεισο περὶ τῆς διαθέσεως, ἣν ἀεὶ περὶ ὑμᾶς ἐπεδειξάμεθα. Ρʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Τοῦτο καὶ ἡμῖν τῆς μακρᾶς σιγῆς αἴτιον γίνεται, ὃ καὶ τῇ εὐγενείᾳ τῇ ὑμετέρᾳ· ἀλλὰ σιγῆς οὐ τῆς κατὰ τὴν γνώμην, ἀλλὰ τῆς κατὰ τὴν γλῶτταν. Ὡς τῇ διανοίᾳ καὶ ἐπιστέλλομεν, καὶ προσφθεγγόμεθα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς, τὴν εὐγενεστάτην καὶ ἐμμελεστάτην ὑμῶν ψυχὴν, καὶ ἐγκολάψαντες ὑμᾶς τῷ συνειδότι, πανταχοῦ περιφέρομεν· τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως. Ταῦτ' οὖν εἰδότες, κύριοί μου ποθεινότατοι καὶ τιμιώτατοι, ἐπιστέλλετε μὲν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦντες. Θαῤῥεῖτε δὲ, ὅτι καὶ σιγώντων ὑμῶν τὴν αὐτὴν περὶ τῆς ἀγάπης ὑμῶν ψῆφον οἴσομεν, ἣν καὶ γραφόντων, ἀπὸ τῆς γνώμης ταῦτα ψηφιζόμενοι τῆς ὑμετέρας. ΡΑʹ. Σευήρῳ πρεσβυτέρῳ. Ἡμεῖς μὲν καίτοι χωρίον ἐρημότατον οἰκοῦντες, καὶ ἐπεστάλκαμεν πολλάκις πρὸς τὴν σὴν ἐμμέλειαν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους οὐ παυόμεθα συνεχῶς ἐρωτῶντες περὶ τῆς ὑγείας τῆς σῆς. Αὐτὸς δὲ οὐκ οἶδα, ἀνθ' ὅτου μανικὸς ἡμῶν οὕτως ἐραστὴς ὢν, καὶ πολλὴν εὐκολίαν ἔχων τῶν ἐνταῦθα διακομιζόντων τὰ γράμματα, σιγᾷς οὕτω μακρὰν σιγήν. Ἀλλ' ἡμεῖς τὸ θερμόν σου καὶ γνήσιον, τὸ εἰλικρινὲς τῆς διαθέσεως, ὃ περὶ ἡμᾶς ἀεὶ ἐπεδείξω, ἐννοοῦντες, καὶ ἐν τῇ σιγῇ τῇ μακρᾷ μεγίστην καρπούμεθα παράκλησιν. Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν. Ποίει δὴ τοῦτο νῦν γοῦν, δέσποτά μου τιμιώτατε· οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ. Ὡς ἡμεῖς καὶ γράφοντες, καὶ μὴ γράφοντες, οὐ παυόμεθα μεμνημένοι, καὶ τὴν ἀγάπην, ἣν ἀεὶ περὶ 52.662 τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, διατηροῦντες, ὅπουπερ ἂν ὦμεν. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες. ΡΒʹ. Θεοδότῳ ἀναγνώστῃ. Τί φής; Πλείονά σοι τῶν προσδοκηθέντων τὰ κύματα ἐναπέστη νῦν, καὶ διὰ τοῦτο ἀλγεῖς; ∆ιὰ τοῦτο μὲν οὖν αὐτὸ χαίρειν χρὴ καὶ σκιρτᾷν. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οὕτως ἐποίει, νῦν μὲν λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· νῦν δὲ, ὅτι Χαίρω ἐν τοῖς παθήμασί μου. Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα. Ἐπεὶ καὶ αὐτὸς σοῦ μὲν ἕνεκεν θαῤῥῶ· οἶδα γάρ σου τὸ ἀπερίτρεπτον, καὶ ἀκλινὲς, καὶ στεῤῥόν· τῶν δὲ ἐπιβουλευόντων ἕνεκεν ἀλγῶ καὶ δακρύω, ὅτι οὓς χρὴ ἐν τάξει εἶναι τῶν θεραπευόντων, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυνται. Ἕν με λυπεῖ μόνον, τὸ τῆς τῶν ὀφθαλμῶν σου ἀσθενείας, ὧν καὶ σφόδρα ἀξιῶ πολύν σε ποιεῖσθαι λόγον, ἰατροῖς τε διαλεγόμενον, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα. Ὡς τῶν γε θλίψεων τῶν ἐπαγομένων σοι ὅπερ καὶ ἔμπροσθεν εἶπον, αὐτόν τε χαίρειν ἀξιῶ, καὶ ἐγὼ δέ σοι συνήδομαι. Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός. Μηδὲν οὖν σε θορυβείτω, μηδὲ ταραττέτω τῶν παρεμπιπτόντων. Ἓν γάρ ἐστι χαλεπὸν ἁμαρτία μόνον. Ὡς τά γε ἄλλα πάντα ἀγρυπνοῦντί σοι καὶ νήφοντι καὶ κερδῶν ὑπόθεσις ἔσται μεγίστη, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, τὰ ἐν τοῖς οὐρανοῖς, μετὰ πολλῆς οἴσει σοι τῆς δαψιλείας. Τοιαύτην τοίνυν καθ' ἑκάστην ἡμέραν πραγματευόμενος πραγματείαν, χαῖρε καὶ εὐφραίνου, καὶ συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει. Ἡμεῖς μὲν γάρ σε βουλόμεθα καὶ μεθ' ἡμῶν εἶναι· ἀλλ' ἐπειδὴ οὐχ ἡ τοῦ χειμῶνος ὥρα μόνον, ἀλλὰ καὶ ἡ τοῦ θέρους ὁμοίως ἐστὶν ἐπαχθὴς, ἐδείσαμεν εἰς ἀέρων σε δυσκρασίαν ἐμβαλεῖν, μάλιστα διὰ τὸ τῶν ὀφθαλμῶν πάθος. Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν,