1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

32

θορυβεῖ, οὐδὲ διαταράττει, τῆς ὑμετέρας ἀπολαύοντας ἀγάπης· ἀλλ' εἰ καὶ τῷ σώματι διεστήκαμεν, τῇ ψυχῇ συνδεδεμένοι μετὰ πολλῆς τῆς σφοδρότητος ὑμῖν, τὴν ὑμετέραν μᾶλλον τὴν ἀτάραχον καὶ ἀπόλεμον, ἢ τὴν Κουκουσὸν οἰκεῖν δοκοῦμεν, ἀεὶ μεθ' ὑμῶν ὄντες τῇ διαθέσει, καὶ ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέροντες. ΡΙΒʹ. Θεοδώρῳ ἐπισκόπῳ. Εἰ μὲν οἷόν τε ἦν καὶ ἐλθεῖν, καὶ περιπτύξασθαί σου τὴν εὐλάβειαν, καὶ ἐντρυφῆσαί σου τῇ ἀγάπῃ διὰ τῆς παρουσίας αὐτῆς, μετὰ πολλῆς ἂν τοῦτο ἐποιήσαμεν τῆς σπουδῆς, καὶ τοῦ τάχους· ἐπειδὴ δὲ τοῦτο οὐκ ἐφ' ἡμῖν κεῖται νῦν, διὰ τῶν γραμμάτων 52.669 τὸ αὐτὸ τοῦτο πληροῦμεν. Κἂν γὰρ πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, τῆς γνησίας, καὶ θερμῆς, καὶ εἰλικρινοῦς, καὶ ἀδόλου, τῆς τε ἄνωθεν, καὶ ἐξ ἀρχῆς, ἥν τε ἐπεδείξω νῦν. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ὅσα καὶ εἰπεῖν καὶ ποιῆσαι ὑπὲρ ἡμῶν ἐσπούδασας, δέσποτά μου τιμιώτατε καὶ θεοφιλέστατε. Εἰ δὲ μηδὲν γέγονε πλέον, ἀλλὰ τὸν Θεὸν ὀφειλέτην ἔχεις τῆς σπουδῆς, καὶ τῆς προθυμίας, καὶ τὸν μισθὸν ἀπηρτισμένον. Καὶ ἡμεῖς οὐ παυόμεθα χάριν εἰδότες σου τῇ ὁσιότητι, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εὐλάβειαν, καὶ παρακαλοῦντες τὴν αὐτὴν ἀγάπην διὰ παντὸς ἀκμάζουσαν διατηρεῖν. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ καθήμενοι, καρπούμεθα τὴν παράκλησιν, ὅταν τοσοῦτον ἐν καρδίᾳ θησαυρὸν καὶ πλοῦτον ἀποκείμενον ἔχωμεν, τῆς ἐγρηγορυίας καὶ γενναίας σου ψυχῆς τὴν ἀγάπην. ΡΙΓʹ. Παλλαδίῳ ἐπισκόπῳ. Ὑπὲρ μὲν τῶν καθ' ἡμᾶς αὐτοὺς οὐδὲν δεόμεθα παρακλήσεως· ἀρκεῖ γὰρ ἡμῖν εἰς παράκλησιν τῶν γενομένων ἡ ὑπόθεσις. Θρηνοῦμεν δὲ τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην. Τοῦτο δὴ ποιοῦντες μὴ διαλίπητε. Λανθάνοντες γὰρ καὶ κρυπτόμενοι, πλείονα σχολὴν ἔχετε νῦν προσκαρτερεῖν ταῖς εὐχαῖς, καὶ μετὰ θλιβομένης διανοίας. Οὐ μικρὸν δὲ τοῦτο, τῷ φιλανθρώπῳ προσπίπτειν Θεῷ. Μὴ διαλίπητε οὖν τοῦτο ποιοῦντες, καὶ ἡνίκα ἂν ἐξῇ, καὶ γράφετε ἡμῖν συνεχῶς. Εἰ γὰρ καὶ πολλῷ τῷ μήκει τῆς ἐμμελείας ὑμῶν ἀπῳκίσθημεν, ἀλλ' οὐ παυόμεθα καθ' ἑκάστην ἡμέραν μεριμνῶντες τὰ ὑμέτερα, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους εἰ καὶ τούτων σπανιάκις ἐπιτυγχάνομεν ἐρωτῶντες καὶ περιεργαζόμενοι. Ἵν' οὖν σαφέστερον πάντα εἰδότες ὦμεν, ὅταν ἐγχωρῇ, παρέχετε ταύτην ἡμῖν τὴν χάριν, περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι ἡμᾶς, ἵνα καὶ ἐν ἐρημίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν παράκλησιν. ΡΙ∆ʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων περι52.670 τρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι. Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος. ∆ιὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν· καὶ οὐδὲν ἀπεικός. Ὅταν μὲν γὰρ τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται· ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν· οὐ τοίνυν οὐδὲ ἐπεσκότησεν, ἀλλ' ἅπαντα παρὰ τῆς σῆς εὐλαβείας εἰσενήνεκται. Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Ἐπειδὴ δὲ μετὰ τῆς οἰκουμένης ἁπάσης καὶ ἡμετέραν μέριμναν κατεδέξω, διὰ τὴν πολλήν σου καὶ θερμὴν ἀγάπην, καὶ μαθεῖν ἐπιθυμεῖς οἷ διατρίβομεν, καὶ ἐν τίσιν ὁρμᾷ τὰ ἡμέτερα, καὶ τίνες οἱ συνόντες ἡμῖν, καὶ μαθεῖν