1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

35

ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον οἰκίαι περιφανεῖς καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως διὰ τὴν αὐτὴν ὑπόθεσιν; ∆ιὰ ταῦτα σκιρτᾶτε, ἀγάλλεσθε, στεφανοῦσθε, χορεύετε, ὅτι πολλῆς ἐμπορίας ὑμῖν ὑπόθεσις τὰ συμβάντα λυπηρά. Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, χαίρετε καὶ εὐφραίνεσθε, μὴ διαλίπητε τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζοντες, καὶ καιρίας τῷ διαβόλῳ διδόντες πληγὰς, καὶ πολλὴν ἑαυτοῖς ἐν τοῖς οὐρανοῖς προαποτιθέμενοι τὴν ἀμοιβήν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ὑμᾶς. Γράφετε δὲ καὶ ἡμῖν συνεχῶς. Σφόδρα γὰρ ἐπιθυμοῦμεν γράμματα δέχεσθαι παρ' ἀνθρώπων διὰ τὸν Θεὸν δεδεμένων, τὰ παθήματα ὑμῶν ἀπαγγέλλοντα, καὶ πολλὴν ἐντεῦθεν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, καρπωσόμεθα τὴν παράκλησιν. ΡΙΘʹ. Θεοφίλῳ πρεσβυτέρῳ. Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δεῖ52.674 ξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ πέμπε νιφάδας ἡμῖν γραμμάτων, τὴν σὴν ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα εἰς σιγήν σε ἐμβαλεῖν, ἀλλὰ πάσης ἀράχνης εὐκολώτερον αὐτὴν διασπάσας, φαίνου λαμπρὸς ἐπὶ τῆς παρατάξεως, καὶ τῇ πολλῇ παῤῥησίᾳ καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς. Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι καθήμενος, τὰ φορτία συνάγειν δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας. Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων, διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα, συγκροτῶν, ἀλείφων, ἅπαντας διεγείρων, νευρῶν, σπουδαιοτέρους ποιῶν. Καὶ ταῦτα ἡμῖν δήλου διὰ γραμμάτων τῶν σῶν, μηδὲν ὑφορώμενος, εἰ κατορθώματα μέλλοις αὐτὸς ἀπαγγέλλειν τὰ σὰ, ἀλλ' ὡς ὑπόταγμα ἡμέτερον ἀνύων, χαρίζου ταύτην ἡμῖν τὴν εὐφροσύνην, ἵνα καὶ πόῤῥωθεν ὄντες, πολλὴν καρπωσώμεθα τὴν ἡδονὴν, ταῦτα ἀκούοντες παρὰ τῆς σῆς εὐλαβείας, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν. ΡΚʹ. Θεοδώρᾳ. Ἀνηλώθημεν, ἐδαπανήθημεν, μυρίους ἀπεθάνομεν θανάτους· καὶ ταῦτα ἴσασιν ἀκριβέστερον ἀπαγγεῖλαι οἱ τὰ γράμματα ἐγχειρίζοντες, καὶ ταῦτα βραχεῖαν ῥοπὴν ἡμῖν συγγενόμενοι· πρὸς οὓς οὐδὲ διαλεχθῆναί τι μικρὸν ἠδυνήθημεν, ὑπὸ τῶν συνεχῶν πυρετῶν καταβεβλημένοι, οὓς ἔχων καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁδοιπορεῖν ἠναγκαζόμην, καὶ θάλπει πολιορκούμενος, καὶ ὑπὸ ἀγρυπνίας διαφθειρόμενος, καὶ ὑπὸ τῆς τῶν ἐπιτηδείων ἐρημίας ἀπολλύμενος, καὶ τῆς τῶν προστησομένων ἀπορίας. Καὶ γὰρ τῶν τὰ μέταλλα ἐργαζομένων, καὶ τὰ δεσμωτήρια οἰκούντων χαλεπώτερα καὶ πεπόνθαμεν καὶ πάσχομεν. Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνος εἰς γαλήνην καὶ εἰς λιμένα ἐλθών. Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά· οὕτω καθάπαξ ἡμᾶς ὁ ἔμπροσθεν χρόνος κατειργάσατο. Ἀλλ' ὅμως ἐλθὼν εἰς τὴν Καισάρειαν, μικρὸν ἀνέψυξα, ὅτι ὕδατος ἔπιον καθαροῦ, ὅτι ἄρτου οὐκ ὀδωδότος οὐδὲ κατεσκληκότος μετέλαβον, ὅτι οὐκ ἔτι ἐν τοῖς κλάσμασι τῶν πίθων ἐλουόμην, ἀλλ' εὗρον βαλανεῖον οἷον δήποτε, ὅτι συγκεχώρημαι τέως τῇ κλίνῃ προσηλῶσθαι. Ἐνῆν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλ' ἵνα μὴ συγχέω σου τὴν μάθησιν, μέχρι τούτου ἵστημι τὸν λόγον, ἐκεῖνο προστιθεὶς, ὅτι μὴ παύσῃ ὀνειδίζουσα τοῖς ἀγαπῶσιν ἡμᾶς, ὅτι τοσούτους ἔχον52.675 τες