36
ἐραστὰς, καὶ τοσαύτην δύναμιν περιβεβλημένους, οὐκ ἐτύχομεν οὗ τυγχάνουσιν οἱ κατάδικοι, ὥστε εἰς ἡμερώτερον καὶ ἐγγύτερόν που κατοικισθῆναι τόπον· ἀλλὰ καὶ τοῦ σώματος ἡμῖν ἀπαγορεύσαντος, καὶ τοῦ φόβου τῶν Ἰσαύρων πάντα πολιορκοῦντος, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς οὐκ ἐπετύχομεν χάριτος. ∆όξα τῷ Θεῷ καὶ διὰ τοῦτο. Οὐ παυόμεθα γὰρ αὐτὸν ἐπὶ πᾶσι δοξάζοντες. Εἴη τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας. Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν ἢ καὶ πέμπτην ἐπεσταλκὼς τῇ διαθέσει σου καὶ τῇ κοσμιότητι, μίαν ἐδεξάμην καὶ μόνην. Καίτοι τοῦτο δυσκολίας οὐκ ἦν, τὸ ἐπιστέλλειν συνεχέστερον. Καὶ ταῦτα οὐκ ἐγκαλῶν σοι λέγω· τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης, ἀλλὰ προαιρέσεως. Ἀλλὰ σφόδρα ἀλγῶ, ὅτι ἀθρόον ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, ἐν οὕτω χρόνῳ μακρῷ μίαν ἡμῖν πέμψασα ἐπιστολήν. Εἰ τοίνυν μηδὲν φορτικὸν μηδὲ ἐπαχθὲς αἰτοῦμεν, τοῦτο ἡμῖν πάρεχε, οὗ σὺ κυρία εἶ, καὶ ἐπὶ σοὶ κεῖται. Τῶν γὰρ ἄλλων ἕνεκεν οὐκ ἐνοχλοῦμεν, ἵνα μὴ πρὸς τῷ μηδὲν ἀνύειν καὶ φορτικοί τινες δόξωμεν καὶ ἐπαχθεῖς εἶναί σοι. ΡΚΑʹ. Ἀραβίῳ. Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς περιφέρεις ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, σαφέστατα ἔδειξεν ἡμῖν τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων ἠφίεις. Πλὴν ἀλλὰ καὶ ἡ ἐπιστολὴ τῶν δακρύων οὐκ ἔλαττον καὶ τῶν ὀδυρμῶν ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς. Ἐπεὶ καὶ ἐπὶ Ἰουδαϊκῶν κακῶν ἦσάν τινες, οἳ τὰ γινόμενα παρ' αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων, ἐκείνους διαφυγεῖν τὴν ὀργήν. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο. Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ. Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν ἐκχυθὲν, πανταχοῦ τῆς γῆς τὰς Ἐκκλησίας λυμαίνεται. Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ' ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι τῷ σώματι τῇ γὰρ ψυχῇ ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ καὶ τῷ οἴκῳ σου συνδεδέμεθα, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶ52.676 δας γὰρ ἡλίκην ἡμῖν δώσεις τὴν χάριν. Ἐπειδὴ ἐκέλευσας ἡμᾶς ἐν τοῖς σοῖς καταχθῆναι, καθὼς ἔμαθον ἐξελθὼν, οὐκ ἔτι ἔδοξεν ἡμᾶς εἰς Σεβάστειαν ἀπενεχθῆναι, ἀλλ' εἰς ἐρημότατον χωρίον τῆς Ἀρμενίας Κουκουσὸν, καὶ σφαλερώτατον τῆς τῶν Ἰσαύρων ἐπιδρομῆς ἕνεκεν. Χάριν μέντοι ἴσμεν τῇ εὐγενείᾳ τῇ σῇ, καὶ δεδέγμεθα τὴν τιμὴν, ὅτι καὶ ἀπόντων οὕτως ἐφρόντισας, ὥστε εὐτρεπίσαι τὸ καταγώγιον ἡμῖν, καὶ παρακαλέσαι ἐν τοῖς σοῖς ἡμᾶς καταχθῆναι. Ἀλλ' εἴ τινες εἶέν σοι φίλοι κατὰ τὴν Κουκουσὸν, ἐκείνοις ἐπιστεῖλαι παρακλήθητι. ΡΚΒʹ. Μαρκιανῷ. Μακάριος εἶ, καὶ τρισμακάριος, καὶ πολλάκις τοῦτο, ἐν οὕτω χειμῶνι χαλεπῷ, καὶ τοσαύτῃ τῶν πραγμάτων ζάλῃ, τοσαύτην ἐπιδεικνύμενος περὶ τοὺς δεομένους μεγαλοψυχίαν. Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς