1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

41

μονάζουσι. Ἐγὼ μὲν ἐβουλόμην ὑμᾶς καὶ ἐνταῦθα παραγενομένους ἰδεῖν· ἀκούων γὰρ ὑμῶν τὴν εὐλάβειαν, σφοδρὸς ὑμῶν γέγονα ἐραστὴς, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, διὰ τῶν γραμμάτων ἐσπούδακα ὑμῶν συγγενέσθαι τῇ τιμιότητι, δήλην ὑμῖν ποιῶν τὴν διάθεσιν, ἣν ἔχομεν πρὸς τὴν εὐλάβειαν τὴν ὑμετέραν· ἔνι γὰρ καὶ τοὺς πόῤῥωθεν ὄντας καὶ μὴ ὁραθέντας φιλεῖν. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ δύναμις· οὐ διείργεται ὁδοῦ μήκει, οὐδὲ μαραίνεται χρόνου πλήθει, οὐδὲ νικᾶται πειρασμῶν ἐπαγωγαῖς· ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, ἐπειδὴ σφόδρα περὶ ὑμᾶς διακείμεθα, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι, ἀλλὰ καὶ γράφομεν, καὶ παρακαλοῦμεν ὑμᾶς τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ὅταν ἀκούωμεν τοὺς οὕτω βιοῦντας, καὶ τὴν στενὴν ταύτην καὶ τεθλιμμένην ὁδεύοντας ὁδὸν, ὑγιαίνοντας καὶ ἐῤῥωμένους. ΝΖʹ. Ἀδολίᾳ. Ἡμεῖς, κἂν αὐτὴ σπανιάκις ἐπιστέλλῃς, οὐ παυσόμεθα, ὁσάκις ἂν ἐπιτύχωμεν τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων, γράφοντες πρὸς τὴν εὐγένειαν τὴν σήν. Ἐβουλόμεθα μὲν γὰρ καὶ ἐνταῦθά σε παραγενομένην ἰδεῖν, καὶ σφόδρα τοῦτο ἐπιθυμοῦμεν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες ἴσως κατεφάνη σου τῇ εὐγενείᾳ τὰ γὰρ τῶν Ἰσαύρων πέπαυται παντελῶς, τὴν γοῦν ἀπὸ τοῦ γράφειν συνεχῶς τῇ τιμιότητί σου παράκλησιν οὐ παυσόμεθα παρέχοντες ἑαυτοῖς. Καὶ γὰρ ὁσάκις ἂν ἐπιτύχωμεν γραμματηφόρου ἐκεῖσε παραγινομένου, οὐ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην ἐπιστέλλοντές σου τῇ τιμιότητι. Τοῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, καὶ αὐτὴ σπουδὴν ποιεῖσθαι παρακλήθητι τοῦ συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ εὐθυμίας. Ὥσπερ γὰρ τῆς ἀποδημίας ἕνεκεν οὐδὲν ἐγκαλοῦμεν. διὰ τὸ δόξαι δυσκολίαν ἔχειν τὸ πρᾶγμα· οὕτω τῆς 52.641 σιγῆς ἕνεκεν τῆς μακρᾶς οὐ παυσόμεθα αἰτιώμενοι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν συνεχῶς μανθάνειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς καὶ οἴκου σου παντός. ΝΗʹ. Θεοδοσίῳ ἀπὸ δουκῶν. Πολλοῦ τοῦ μέλιτος τὴν ἐπιστολὴν ἀνέχρωσας, μᾶλλον δὲ καὶ μέλιτος αὐτὴν ἡδίω πεποίηκας. Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος, οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται, τοῦ κόρου τὴν τυραννίδα τῆς ἡδονῆς καταλύοντος· τὰ δὲ γράμματα τὰ σὰ τὴν ὑγίειαν ἡμῖν εὐαγγελιζόμενα τὴν σὴν, τοσοῦτον ἀπέχει τοῦτο παθεῖν, ὅτι καὶ ἐπιτείνει τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται. Σὺ μὲν οὖν τὴν ἐπιστολὴν περιεπτύξω τὴν ἐμήν· ἐγὼ δὲ αὐτόν σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην ἐμοὶ φιλήσας κεφαλὴν, πολλὴν ἐκαρπωσάμην τὴν παραμυθίαν. Οὐδὲ γὰρ ἐπιστολὴν ἐνόμιζον σὴν ἐπιέναι μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι ἡμῖν καὶ συγγίνεσθαι. Τοσοῦτον ἴσχυσε τῆς ἐπιστολῆς ἡ δύναμις. Τοιοῦτον γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· κἂν διὰ γραμμάτων αὐτῆς προχέῃ τὰ νάματα, αὐτὴν τὴν πηγὴν τῶν γραμμάτων φαντάζεσθαι παρασκευάζει· ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων περίστασις, οὔτε ἄλλο οὐδὲν πρὸς τοῦτο κώλυμα γέγονεν ἡμῖν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου θαυμασιώτατε, ἐπιστέλλειν ἠμῖν συνεχῶς μὴ κατόκνει, περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῆς εὐθυμίας δηλῶν. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον μανθάνειν. ΝΘʹ. Θεοδότῳ διακόνῳ. Ταχέως ἡμῶν ἐπελάθου, τῷ χωρισμῷ σου σφόδρα λυπηρῷ ἡμῖν γεγενημένῳ καὶ τὴν ἀπὸ τῆς σιγῆς τῆς μακρᾶς προσθεὶς ἀθυμίαν. Καὶ οὐδὲ εἰς χρόνου στενοχωρίαν ἔχεις καταφυγεῖν· ἱκανὸν γὰρ τῶν ἡμερῶν τὸ πλῆθος πολλὴν ὁδοιπόρῳ παρασχεῖν εὐκολίαν πρὸς ἐπάνοδον. Ἀλλ' οὐδὲ τὰ Ἰσαυρικὰ προβαλλομένου ἀνασχοίμεθα ἂν, ἐπειδὴ σφόδρα σε φιλοῦμεν. Καὶ γὰρ πολλοὶ οἱ