43
εὐαγγελίζεσθαι. Εἰ γὰρ καὶ πολλῷ διειργόμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλ' ὅμως οὐ παυόμεθα διηνεκῶς ὑμᾶς ἐπὶ διανοίας φέροντες, καὶ πλησίον ὑμῶν ὄντες, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμενοι τὴν ἡμέραν. Τοιοῦτοι γὰρ οἱ τῆς ἀγάπης ὀφθαλμοὶ τῶν γνησίως εἰδότων φιλεῖν. Καὶ τοῦτο ἴστε καὶ αὐτοὶ σαφῶς, ἐπειδὴ καὶ φιλεῖν ἴστε γνησίως. ΞΓʹ. Τραγκυλίνῳ. Τὰ μὲν ἄλλα πάντα εἴκει χρόνῳ καὶ παραχωρεῖ παλαιούμενα καὶ γηράσκοντα, καὶ σωμάτων ἄνθη, καὶ οἰκοδομημάτων μεγέθη, καὶ λειμῶνες, καὶ παράδεισοι, καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα· μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ μὲν νῦν, γνώμῃ δὲ ἀεί. ∆ιὸ καὶ συνεχῶς ἐπεστάλκαμέν σου τῇ εὐλαβείᾳ. Ἐπειδὴ δὲ ἡμῖν περισπούδαστον μανθάνειν οἷ τὰ τῆς ὑγιείας ὁρμᾷ τῆς σῆς οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, εἰ δυνατὸν γένοιτο, καὶ ῥᾳδίως ἐπιτύχοις τινὸς τοῦ διακομίζοντος ἡμῖν τὰ γράμματα, τὰ σαυτῷ πρέποντα ποιῶν, δῆλον τοῦτο ποιῆσαι ἡμῖν παρακλήθητι. Τὰ γὰρ καθ' ἡμᾶς, τά τε ἐν Ἀρμενίᾳ, 52.644 τά τε ἐν Θρᾴκῃ, διηγήσεταί σου τῇ γνησίᾳ καὶ θερμῇ ἀγάπῃ ὁ τὰ γράμματα ἐγχειρίζων. Ξ∆ʹ. Κυριακῷ ἐπισκόπῳ. Ὁ δεσπότης μου Σώπατρος, ὁ τῆς Ἀρμενίας ἄρχων, Ἀρμενίας ταύτης ἐν ᾗ νῦν ἐσμεν καθειργμένοι, ἦρξε μὲν Ἀρμενίας ὡς πατὴρ, ἐπεδείξατο δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ. Ταύτης αὐτῷ τῆς εὐνοίας ἀποδοῦναι τὴν ἀμοιβὴν σπουδάζων τε καὶ ζητῶν, εὑρηκέναι μοι δοκῶ καλλίστην ὁδὸν, τὴν μεμεριμνημένην σου καὶ ἄγρυπνον ψυχὴν, δι' ἧς δυνήσομαι αὐτὸν ἀμείψασθαι. Πῶς καὶ τίνι τρόπῳ; Υἱός ἐστιν αὐτῷ διατρίβων αὐτόθι χρόνον ἤδη πολὺν ἐπὶ λόγων κτῆσιν. Τοῦτον ἐὰν σπουδάσῃς μετὰ προθυμίας ἰδεῖν, καὶ τῆς σοὶ πρεπούσης ἀγάπης, καὶ ποιήσῃς ἀπολαῦσαί τινος τῶν χρηστῶν, τὸ πᾶν ἐσόμεθα ἐκτετικότες. Ποίει δὲ τοῦτο, καὶ καθίστη γνώριμον αὐτὸν καὶ τοῖς ἐν τέλει, τοῖς καὶ σοὶ γνωρίμοις, καὶ δυναμένοις αὐτῷ τὴν ἀλλοτρίαν ἡδίω τῆς ἐνεγκούσης ποιῆσαι. Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον καὶ κοινὸν τῶν πενήτων λιμένα διὰ τοῦ παιδὸς ὠφελῶν. ΞΕʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Ἀρκοῦσαν ἔχετε παραμυθίαν τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον ὑμῶν γνώμην καὶ ὑψηλὴν, τὴν ἀπερίτρεπτον καὶ ἀκλινῆ διάθεσιν. Ὥσπερ γὰρ τὸν χαῦνον καὶ διαλελυμένον οὐδὲ γαλήνη, καὶ τὸ κατὰ ῥοῦν φέρεσθαι, ὠφελῆσαί τι μέγα δυνήσεται· οὕτω τὸν στεῤῥὸν, καὶ συγκεκροτημένον, καὶ νήφοντα οὐδὲ χειμὼν χαλεπὸς διασαλεύει ποτὲ, ἀλλὰ καὶ λαμπρότερον ἐργάζεται. Τοιαύτη γὰρ τῶν πειρασμῶν ἡ φύσις· τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ κομίζει τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες. Ἐβουλόμεθα μὲν γὰρ καὶ παρόντας ὑμᾶς ἰδεῖν καὶ περιπτύξασθαι. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ἀλλὰ πολλὰ τὰ κωλύματα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατοκνεῖτε, τὰ περὶ τῆς ὑγιείας δηλοῦντες τῆς ὑμετέρας. Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες, καὶ ὅσης ἡμᾶς ἐμπιπλᾶτε τῆς εὐφροσύνης. Ξʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Τῇ γλώττῃ μὲν ὀλιγάκις ὑμῶν ἐπέστειλα τῇ εὐλαβείᾳ, τῇ γνώμῃ δὲ συνεχέστερον καὶ πυκνότερον. Μὴ δὴ τοσαύτας εἶναι νομίζετε ἡμῶν τὰς ἐπιστολὰς, ὅσας ὑπεδέξασθε διὰ χάρτου καὶ μέλανος, ἀλλ' ὅσας ἐπεθυμοῦμεν ὑμῖν διαπέμψασθαι. Εἰ γὰρ οὕτω βουληθείητε δικάσαι, νιφάδες γραμμάτων παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπέμφθησαν. Εἰ δὲ οὐδεὶς ὁ διακομίζων, οὐ τῆς ἡμετέρας ὀλιγωρίας, ἀλλὰ τῆς τῶν πραγμάτων 52.645 δυσκολίας ἡ σιγὴ γίνεται. Ταῦτα δὲ εἶπον, ἵνα καὶ γραφόντων ἡμῶν, καὶ σιγώντων, τὴν αὐτὴν περὶ τῆς ἡμετέρας ἀγάπης τῆς περὶ ὑμᾶς φέρητε ψῆφον. Ἡμεῖς γὰρ ὅπουπερ ἂν ὦμεν,