1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

58

κατὰ διάνοιαν ἐοικότας ἀνθρώπους, χρυσίου παντὸς φαιδροτέρους καὶ πολυτελεστέρους μετὰ πολλῆς τῆς περιουσίας ἡ τῶν ἐπαλλήλων πειρασμῶν ἐργάζεται κάμινος. ∆ιὰ δὴ τοῦτο, καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐ παυόμεθα διηνεκῶς μακαρίζοντες ὑμᾶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅσον τῶν τοιούτων ἐπιβουλῶν τὸ κέρδος, καὶ πῶς ἡ τοῦ παρόντος εὐημερία βίου ὄνομα μόνον ἐστὶ ψιλὸν, πράγματος ἔρημον, τὰ δὲ μέλλοντα ἀγαθὰ, πεπηγότα, ἀκίνητα μόνιμα, ἀθάνατα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαῦμα τῆς ἀρετῆς, ὅτι τοιαῦτα ἡμῖν τὰ ἔπαθλα παρέχεται, ἀλλ' ὅτι καὶ πρὸ τῶν ἐπάθλων οἱ ἀγῶνες αὐτῆς ἔπαθλα γίνονται, καὶ οὐ μόνον τοῦ θεάτρου λυθέντος τὰ βραβεῖα τοῖς νενικηκόσιν ἔρχεται φέρουσα, ἀλλὰ καὶ ἐν αὐτῷ μέσῳ τῷ σκάμματι λαμπροὺς τοῖς ἀγωνιζομένοις πλέκει τοὺς στεφάνους. ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἐπὶ ταῖς ἀντιδόσεσι τῶν θλίψεων χαίρει καὶ εὐφραίνεται μόνον, ἀλλὰ καὶ ἐπ' αὐταῖς ταῖς θλίψεσι καλλωπίζεται, οὕτω λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἶτα ἀπ52.666 αριθμούμενος τὸν ὁρμαθὸν τῶν βραβείων τῆς θλίψεως, φησὶν, ὅτι ὑπομονὴν αὕτη τίκτει, τὴν μητέρα τῶν ἀγαθῶν, τὸν ἀκύμαντον λιμένα, τὴν ἐν γαλήνῃ ζωὴν, τὴν πέτρας ἰσχυροτέραν, καὶ ἀδάμαντος στεῤῥοτέραν, τὴν ὅπλου παντὸς δυνατωτέραν, καὶ τειχῶν ἀσφαλεστέραν. Αὕτη δὲ κατορθωθεῖσα δοκίμους καὶ γενναίους ποιεῖ τοὺς αὐτῆς τροφίμους, καὶ μεθ' ὑπερβολῆς ἀχειρώτους. Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι· ἀλλ' ὥσπερ ἡ πέτρα ὅσῳπερ ἂν ὑπὸ πλειόνων παίηται κυμάτων, αὕτη μὲν ἐκκαθαίρεται μειζόνως, οὐδὲ μικρὸν κινουμένη, τῶν δὲ προσρηγνυμένων αὐτῇ τὸν ὄγκον ὑδάτων διαφθείρει ῥᾳδίως, οὐ τῷ παίειν, ἀλλὰ τῷ παίεσθαι ἀφανίζουσα· οὕτω δὴ καὶ ὁ δόκιμος ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἰσχυρότερος γίνεται, οὐ τῷ ποιεῖν κακῶς, ἀλλὰ τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας διαλύων ῥᾳδίως. Ταῦτα οὐχ ὡς δεομένοις παρ' ἡμῶν μανθάνειν ἐπέσταλκα· οἶδα γὰρ ὑμῶν τὴν σύνεσιν, ἣν καὶ διὰ τῶν ἔργων αὐτῶν ἐπεδείξασθε· ἃ γὰρ διὰ ῥημάτων ἐφιλοσοφήσαμεν νῦν ἡμεῖς, ταῦτα ὑμεῖς δι' ὧν ἐπάθετε ἀνεκηρύξατε. Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν παρ' ἡμῶν ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν. Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις ἐπιστέλλοντα, περὶ τίνος ἑτέρου διαλέγεσθαι ἐχρῆν, ἢ περὶ τούτων, δι' ὧν οὕτως ἀνεφάνητε λαμπροὶ καὶ εὐδόκιμοι; Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται τῆς ἀθλήσεως ὁ καρπὸς, ἀλλὰ πρόεισι περαιτέρω βρύων. Ἡ γὰρ δοκιμὴ, φησὶν, ἐλπίδα τίκτει· ἐλπίδα πάντως ἐπὶ τῶν πραγμάτων ἐκβησομένην, οὐ κατὰ τὴν ἀνθρωπίνην ταύτην, ἣ κατατείνασα πολλάκις τοῖς πόνοις τοὺς πρὸς αὐτὴν κεχηνότας, οὐκ ἴσχυσε τοὺς καρποὺς ἀποδοῦναι τῶν πόνων αὐτοῖς, ἀλλὰ μετὰ τῆς ζημίας, καὶ αἰσχύνῃ καὶ κινδύνοις αὐτοὺς περιέβαλεν. Ἀλλ' οὐκ αὐτὴ τοιαύτη, ἐπειδὴ οὐδὲ ἀνθρωπίνη. Ὅπερ ἑνὶ ῥήματι δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ τὸν τὰ τοιαῦτα ἀγωνιζόμενον, οὐδὲ οὐ μόνον οὐ καταισχύνει, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα. Τοιαύτη γὰρ ἡ χαριζομένη χεὶρ τούτων τῶν πόνων τὰς ἀμοιβάς. Τάχα ὑπερέβημεν τὸ μέτρον τῆς ἐπιστολῆς, ἀλλ' οὐ παρ' ὑμῖν τοῖς οὕτω σφοδροῖς ἡμῶν ἐρασταῖς. Οὐ γὰρ ἐπιστολιμαίων γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν. Ἀλλ' ὅμως εἰ καὶ βραχεῖα ὑμῖν εἶναι δοκεῖ, οὐ παύσομαι καὶ ταύτης ἀπαιτῶν ὑμᾶς τοὺς μισθοὺς, οὐ τὸ φιλεῖσθαι παρ' ὑμῶν· οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ πολλῆς ἀεὶ τῆς δαψιλείας καὶ κατατιθέντες καὶ ὀφείλοντες· οὐδὲ τὸ ἀντιγράψαι ἡμῖν· οἶδα γὰρ ὅτι οὐδὲ εἰς τοῦτο ἑτέρου τινὸς ὑμῖν δεῖ τοῦ ἀναμνήσοντος ὑμᾶς· ἀλλὰ τίς ὁ μισθός; Τὸ δῆλον ἡμῖν ποιῆσαι, ὅτι σκιρτᾶτε, ὅτι