59
χαίρετε καὶ 52.667 εὐφραίνεσθε, καὶ ὅτι οὐδὲν ὑπὸ τῶν ἐπενεχθέντων ὑμῖν πεπόνθατε δεινῶν, ἀλλὰ πλείονος ἡδονῆς ὑμῖν ὑπόθεσις αἱ ἐπιβουλαὶ γίνονται. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα. Ἐννοοῦντες τοίνυν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐπιστεῖλαι, καὶ ταῦτα ἡμῖν ἐπιστεῖλαι παρακλήθητε, ἵνα ἡμᾶς, καὶ ἐκ τοσούτου καθημένους διαστήματος, πολλῆς ἐμπλήσητε τῆς εὐφροσύνης. ΡΗʹ. Οὐρβικίῳ ἐπισκόπῳ. Εἰ καὶ πολὺν ἔχω χρόνον μὴ συγγενόμενός σου τῇ εὐλαβείᾳ, ἀλλ' οὐδὲν ἐντεῦθεν ῥᾳθυμότερος περὶ τὸ φιλεῖν γέγονα. Τοιαύτη γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· οὐ χρόνῳ μακρῷ μαραίνεται, οὐ δυσκολίᾳ πραγμάτων ἀμαυροῦται, ἀλλὰ μένει διηνεκῶς ἀκμάζουσα. ∆ιὸ δὴ καὶ ἡμεῖς, καὶ ἐν πολλαῖς περιστάσεσι γενόμενοι, καὶ νῦν εἰς τὴν ἐσχάτην τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν. Οὕτω γὰρ καὶ ἡδονὴν πολλὴν καρπωσόμεθα, παρ' ὑμῶν τῶν οὕτω γνησίως ἀγαπώντων ἡμᾶς δεχόμενοι γράμματα, καὶ διὰ τούτων τὴν παρουσίαν φανταζόμενοι τὴν ὑμετέραν. ΡΘʹ. Ῥουφίνῳ ἐπισκόπῳ. Οἶδά σου τῆς ἀγάπης τὸ στεῤῥόν. Ὀλίγα μέν σοί ποτε συνεγενόμεθα ἐν Ἀντιοχείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλὴν δέ σου πεῖραν τῆς εὐλαβείας καὶ τῆς συνέσεως εἰληφότες, καὶ τῆς περὶ ἡμᾶς ἀγάπης. Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν. ∆ιὸ καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν μεμνῆσθαι ἡμῶν διηνεκῶς. Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκούμεθα ἐφόδου. Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ 52.668 τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν παράκλησιν. ΡΙʹ. Βάσσῳ ἐπισκόπῳ. Τί τοῦτο; Ὁ τοσαύτην περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενος, καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ, καὶ ἔναγχος ἐν Κωνσταντινουπόλει, ἀκούσας ἡμᾶς ἐκ γειτόνων εἶναι τῆς σῆς τιμιότητος, οὐδὲ γραμμάτων ἡμᾶς ἠξίωσας. Οὐκ οἶσθ' ὅπως διακείμεθά σου περὶ τὴν εὐλάβειαν, καὶ ὅπως συνδεδέμεθά σοι τῷ τῆς φιλίας δεσμῷ; Ἐγὼ μὲν γὰρ προσεδόκων σε καὶ ἥξειν ἐνταῦθα, καὶ παρακαλέσειν ἡμᾶς ἐν ἐρημίᾳ τοσαύτῃ καθεστῶτας. Τί γὰρ ἂν γένοιτο ἐρημότερον Κουκουσοῦ, μετὰ τῆς ἐρημίας, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκουμένης ἐφόδου; Ἀλλ' ὅμως, εἰ τοῦτο ἐργῶδες διά τε αὐτῶν τῶν λῃστῶν τὸν φόβον, διά τε τῆς ὁδοῦ τὴν δυσκολίαν, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. ΡΙΑʹ. Ἀνατολίῳ ἐπισκόπῳ Ἀδάνης. Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, τὸ τῆς συνουσίας ἐλπὶς γενέσθαι, διορθοῦμαι τῇ τῶν γραμμάτων ὁμιλίᾳ, χάριν ἑαυτῷ παρέχων μεγίστην. Εἰ γὰρ καὶ ἐρημότατον χωρίον, εἰς ὃ νῦν ἀπηνέχθημεν, ἡ Κουκουσὸς, καὶ κινδύνων γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ, οὐδὲ διαταράττει, τῆς ὑμετέρας ἀπολαύοντας ἀγάπης· ἀλλ' εἰ καὶ τῷ σώματι διεστήκαμεν, τῇ ψυχῇ συνδεδεμένοι μετὰ πολλῆς τῆς σφοδρότητος ὑμῖν, τὴν ὑμετέραν μᾶλλον τὴν ἀτάραχον καὶ ἀπόλεμον, ἢ τὴν Κουκουσὸν οἰκεῖν δοκοῦμεν,