61
μεγίστας ἀμοιβὰς καὶ μείζους τῶν πόνων ἀνάμενε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν ἐσπουδακότας. Ὥστε δέ σε καὶ ἑτέρωθεν ἡσθῆναι μαθόντα τὰ ἡμέτερα, πρὸς μὲν τὸ ἐρημότατον χωρίον ἀπῳκίσθημεν, τὴν Κουκουσὸν, πλὴν ἐρημίας οὐδεμίαν αἴσθησιν ἔχομεν· τοσαύτης ἀπολαύομεν ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας. Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ. Πάρεισι δὲ ἡμῖν καὶ οἱ τιμιώτατοι πρεσβύτεροι Κωνστάντιος καὶ Εὐήθιος, προσδοκῶνται δὲ καὶ ἕτεροι ταχέως ἀφίξεσθαι, οὓς εἰς τὸ παρὸν τὰ δεσμὰ κατεῖχεν· ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς. Μὴ δὴ διαλίπῃς εὐχόμενος ὑπὲρ ἡμῶν τῶν σφόδρα σε ἀγα52.671 πώντων, δέσποτα αἰδεσιμώτατε καὶ θεοφιλέστατε, καὶ συνεχῶς ἐπιστέλλων, ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγείας δηλῶν τῆς σῆς. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον καθ' ἑκάστην, εἰ οἷόν τε, ἡμέραν περὶ ταύτης μανθάνειν. Τὸν δεσπότην μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον Ἀσυγκρίτιον, μετὰ τῶν γλυκυτάτων αὐτοῦ παιδίων, καὶ πάντα σου τῆς θεοσεβείας τὸν κλῆρον πολλὰ παρ' ἡμῶν προσειπεῖν παρακλήθητι. ΡΙΕʹ. Θεοφίλῳ πρεσβυτέρῳ. Καὶ τοῦτο τῆς εὐγνωμοσύνης, καὶ τῆς σῆς εὐχαρίστου σου γνώμης, τὸ μηδενὸς ἀπολελαυκότα παρὰ τούτων, οἷς σε παρακατεθέμεθα, τὸ πᾶν ἀπειληφέναι νομίζειν ἀπὸ τῆς ἡμετέρας προθυμίας. Ἀλλ' ἡμεῖς οὐκ ἀρκεσθησόμεθα τούτῳ, ἀλλὰ καὶ τῷ κυρίῳ μου Θεοδώρῳ τῷ ἐπαρχικῷ, τῷ ἀγαγόντι ἡμᾶς εἰς τὴν Κουκουσὸν, πολλὰ ταύτης ἕνεκεν διελέχθημεν τῆς ὑποθέσεως, καὶ πολλοῖς ἐπιστέλλοντες καὶ ταῦτα ἐπεστάλκαμεν. Ἄν τε γοῦν γένηταί τι ἀπὸ τῶν γραμμάτων πλέον τῶν ἡμετέρων, ἄν τε γράμματα μένῃ μόνον τὰ γράμματα, μηδὲν ἀνύσαντα παρὰ τοῖς ἀποδεχομένοις αὐτὰ, διὰ ταχέων ἡμῖν δηλῶσαι σπούδασον. Καὶ γὰρ ἐν τούτῳ μάλιστα τὴν ἀγάπην σου θαυμάζομεν, καὶ τοῦ θαῤῥεῖν ἡμῖν τοῦτο μέγιστον ποιούμεθα σημεῖον, τὸ καὶ περὶ τούτων ἡμῖν διαλέγεσθαι. ∆ήλωσον τοίνυν ἡμῖν ἄν τε γένηταί τι πλέον, ἄν τε μηδὲν, ἵν' ἂν μὲν τὸ πρότερον ᾖ, χάριτας ὁμολογήσωμεν τοῖς τὴν ἑαυτῶν ὠφεληκόσι ψυχήν· ἑαυτοῖς γὰρ μᾶλλον ἢ σοὶ χαριοῦνται τοῦτο ποιοῦντες· ἄν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν ἐπινοήσωμεν, δι' ἧς πάντως πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες ψυχῆς. Καὶ γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐδοκιμήσεως εὐαγγελιζόμενος. ΡΙʹ. Βαλεντίνῳ. Τί τοῦτο; Εἰδὼς ὅπως σου χαίρομεν τοῖς ἀγαθοῖς, καὶ σκιρτῶμεν ἐπὶ ταῖς σαῖς εὐδοκιμήσεσι, καὶ πρὸ πάντων ὀφείλων ἡμῖν δηλῶσαι τῆς τιμῆς τὸ μέγεθος, εἰς ὃ νῦν ἀνέβης, ὑπέμεινας ἡμᾶς πρότερον παρ' ἑτέρων μαθεῖν τοῦτο, καὶ οὐ νομίζεις δεῖσθαί σοι πολλῆς εἰς τοῦτο ἀπολογίας, ὅτι ἠνέσχου, τό γε σὸν μέρος, τοσοῦτον χρόνον ἡμᾶς ζημιῶσαι εὐφροσύνης μέγεθος τηλικοῦτον; Τὸ μὲν γὰρ ἀξίωμά σου τὸ ἀληθὲς, καὶ ἡ μεγίστη σου ἀρχὴ, τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετή. Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος. Πῶς οὖν ἡμῖν ἀπολογήσῃ καλῶς; Τῇ πυκνότητι τῶν ἐπιστολῶν, καὶ τῷ συνεχῶς τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλοῦν τῆς σῆς 52.672 καὶ τοῦ οἴκου σου παντός. Ἐπεὶ οὖν σε καὶ τὸν τρόπον τῆς ἀπολογίας ἐδιδάξαμεν, προστίθει τὰ παρὰ σαυτοῦ λοιπόν. Εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, γραψόμεθά σε ῥᾳθυμίας πολλῆς, καὶ ἀλγήσομεν. Οἶδα δὲ σαφῶς ὅτι πικροτάτην ταύτην ἡγήσῃ διδόναι δίκην, τὸ ἀλγεῖν ἐπὶ τούτοις ἡμᾶς, ἐπειδὴ οἶδα πῶς καὶ φιλεῖν ἡμᾶς γνησίως καὶ θερμῶς ἐσπούδακας. ΡΙΖʹ. Θεοδώρᾳ. Γράφω μὲν ὀλιγάκις τῇ κοσμιότητί σου, διὰ τὸ μὴ