1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

62

ῥᾳδίως ἐπιτυγχάνειν τῶν κομιζόντων τὰ γράμματα· μέμνημαι δέ σου οὐκ ὀλιγάκις, ἀλλὰ καὶ διηνεκῶς. Τὸ μὲν γὰρ ἐφ' ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐφ' ἡμῖν· ἀλλὰ τοῦ μὲν μεμνῆσθαι διηνεκῶς, αὐτοὶ κύριοι, τοῦ δὲ κομίζειν τὰς ἐπιστολὰς, οὐκ ἔτι. ∆ιὰ τοῦτο τὸ μὲν ἀεὶ γίνεται, τὸ δὲ, ἡνίκα ἂν ἐξῇ. Τὰς μὲν οὖν ἄλλας ἐπιστολὰς πρόσρησιν ἐχούσας ἐπέμπομεν, ταύτην δὲ καὶ χάριτος αἴτησιν. Τίς δὲ ἡ χάρις; Σοὶ τῇ παρεχούσῃ μᾶλλον, ἢ τῷ δεχομένῳ τὸ κέρδος φέρουσα, καὶ πρὸ τοῦ λαμβάνοντος τὸν διδόντα ὠφελοῦσα. Καὶ γὰρ ἦλθεν εἰς ἡμᾶς, ὅτι δὴ Εὐστάθιος τῶν προσκεκρουκότων ἐστὶ τῇ τιμιότητί σου, καὶ τῆς οἰκίας τῆς σῆς ἐξέπεσε, καὶ ἀπὸ ὄψεως γέγονεν. Ὅπως μὲν οὖν ἔχει τοῦ πράγματος ἡ φύσις, καὶ τίνος ἕνεκεν τοσαύτην ὑπέμεινεν ὀργὴν, εἰπεῖν οὐκ ἔχω· ἐκεῖνο γὰρ ἔγνων μόνον· ἃ δὲ χρή σε παρ' ἡμῶν ἀκοῦσαι τῶν σφόδρα σου τῆς σωτηρίας ἀντεχομένων, ἐστὶ ταῦτα. Οἶσθα ὡς οὐδὲν ὁ παρὼν βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται ἠρινὰ, καὶ σκιὰς ἀδρανεῖς, καὶ ὀνειράτων ἐστὶν ἀπάτη· τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι. Ταῦτα καὶ παρ' ἡμῶν πολλάκις ἤκουσας, καὶ οἴκοθεν φιλοσοφοῦσα διατελεῖς. ∆ιόπερ οὐδὲ μακρὰν ποιοῦμαι τὴν ἐπιστολὴν, ἀλλ' ἐκεῖνό φαμεν· εἰ μὲν ἀδίκως τινὲς ἐπηρεάσαντες ἐξέβαλον, αἰδουμένη τοῦ δικαίου τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον· εἰ δὲ δικαίως, τοὺς τῆς φιλανθρωπίας τιμῶσα νόμους, τὸ αὐτὸ δὴ τοῦτο πάλιν ποίησον, ἔνθα καὶ αὐτὴ τὸ πλέον καρπώσῃ μᾶλλον ἢ ἐκεῖνος. Ὥσπερ γὰρ ὁ τὸν ὁμόδουλον ἀπαιτῶν τὰ ἑκατὸν δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας· οὕτως ὁ παρατρέχων τὰ τοῦ πλησίον ἁμαρτήματα ἡμερωτέρας ἑαυτῷ ποιεῖ τὰς ἐν τῷ μέλλοντι εὐθύνας, καὶ ὅσῳ ἂν μείζονα τὰ ἁμαρτήματα ἀφῇ, τοσούτῳ καὶ αὐτὸς πλείονος τεύξεται τῆς συγχωρήσεως. Οὐ ταύτῃ δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλὰ καὶ τῷ δουλικὴν διδόντα χάριν, δεσποτικὴν λαμβάνειν δωρεάν. Μὴ τοίνυν μοι λέγε, ὅτι τὸ καὶ τὸ αὐτῷ πεπλημμέληται. Ὅσῳ γὰρ ἂν δείξῃς χαλεπώτερα τὰ γεγενημένα, τοσούτῳ τῆς συγχωρήσεως ἀναγκαιοτέραν ἀποφαίνεις τὴν 52.673 πρόφασιν, ἐπειδήπερ πολλῷ πλείονα φιλανθρωπίας ἐν τῷ μέλλοντι προαποθήσῃ σαυτῇ τὴν ὑπόθεσιν. Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ· χάρισαι καὶ ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ δεῖξον πῶς καὶ ἀπὸ βραχείας ἐπιστολῆς τοσαύτην ἔχομεν δύναμιν. Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς παῤῥησίας καὶ ἐντεῦθεν αἰτεῖν παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον. Καὶ γὰρ μέγα καθάρσιον ἁμαρτημάτων ἡ εἰς τὸν πλησίον φιλοφροσύνη· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις, φησὶ, τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτ' οὖν ἅπαντα λογισαμένη πέμψον ἡμῖν ἐπιστολὴν, δηλοῦσαν ὅ τι ἤνυσαν τὰ γράμματα ἡμῶν. Τὸ μὲν γὰρ ἡμέτερον ἀπήρτισται, καὶ πεποιήκαμεν οὗπέρ ἐσμεν κύριοι παρεκαλέσαμεν, ἐδεήθημεν, χάριν ᾐτήσαμεν, συνεβουλεύσαμεν ἅπερ ἐχρῆν. Πᾶσα δέ ἐστιν ὑπὲρ σοῦ λοιπὸν ἡ σπουδή. Ἡμῖν μὲν γὰρ ὁ μισθὸς, ἄν τε γένηταί τι πλέον, ἄν τε μὴ γένηται, τῆς παρακλήσεως ταύτης ἀποκείσεται· ἔστι γὰρ καὶ ῥημάτων λαβεῖν ἀμοιβήν. Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων κατορθωμάτων τὰ μέλλοντα καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας. ΡΙΗʹ. Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ. ∆εσμωτήριον οἰκεῖτε, καὶ ἄλυσιν περίκεισθε, καὶ μετὰ τῶν αὐχμώντων καὶ ῥυπώντων ἐστὲ κατακεκλεισμένοι· καὶ τί ἂν γένοιτο μακαριώτερον ὑμῶν τούτων ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον οἰκίαι περιφανεῖς καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως διὰ