72
δεχόμενοι γράμματα, παγίαν, ἀκίνητον, μόνιμον, ἄτρεπτον, ἀκλινῆ, ἀκμάζουσαν, καὶ ἀνθοῦσαν αὐτὴν διηνεκῶς διατηρεῖτε, οὐκ ἀναγκαίας εἰς τοῦτο ἐνομίζομεν ἡμῶν τὰς ἐπιστολὰς, ἀλλ' εἰς τὸ διαθέσεως ἀποδοῦναι ὄφλημα. Ἐπεὶ καὶ νῦν οὐ χρείας, ἀλλὰ φιλίας ἕνεκεν ἐπιστέλλομεν. Ὅτι γὰρ κἂν πολλοὶ πολλαχόθεν οἱ χειμῶνες φύωνται, καὶ μυρία πρὸς ὕψος ἐγείρηται τὰ κύματα, οὐδὲν ὑμᾶς βλάψαι δύναται, καὶ ἐμβαλεῖν εἰς τὸ τῆς ἀθυμίας κλυδώνιον, ἱκανῶς ὁ παρελθὼν ἔδειξε χρόνος. Οὐ τοίνυν ὡς προσδεομένοις τῆς ἐντεῦθεν παρακλήσεως ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ ἐκ τοσούτου διαστήματος ἀγάπης παρὰ τῆς ἐμμελείας ὑμῶν ἀπολαύοντες. Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην μερι52.690 μνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους. Τοιοῦτον γὰρ φιλεῖν γνησίως· ἐπὶ γλώττης ἀεὶ τοὺς ποθουμένους ἔχειν παρασκευάζει. Ὃ καὶ ἡμεῖς ποιοῦμεν, ἐπειδὴ σφόδρα φιλοῦμεν, καὶ τοῦτο ἴστε καὶ ὑμεῖς. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, μὴ νομίζετε ἐῤῥᾳθυμηκέναι ἡμᾶς, μηδὲ ὀλιγώρους τῷ χρόνῳ γεγενῆσθαι περὶ τὴν διάθεσιν τὴν ὑμετέραν. Ἡ γὰρ ἀγάπη οὐδέποτε ἐκπίπτει, ἀλλὰ κἂν χρόνος παρέλθῃ μακρὸς, κἂν πραγμάτων αὐξηθῶσι δυσκολίαι, κἂν μακροτέρῳ τῆς ὁδοῦ μήκει διειργώμεθα, οὐδενὶ τούτων αὐτὴ διακόπτεται, οὐδὲ ἐξίτηλος γίνεται, ἀλλ' ἀνθεῖ μειζόνως, καὶ ἐπιδίδωσιν. ΡΛΑʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Ἡμεῖς οὔτε ὑπερορῶντες, οὔτε ὀλιγωροῦντές σου τῆς ἀγάπης, τὸν ἔμπροσθεν ἐσιγήσαμεν χρόνον, ἀλλὰ τὰ περιεστῶτα ἡμᾶς δεινὰ τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν. Οὐ γὰρ ἐν ἑνὶ ἱδρύμεθα χωρίῳ, ἀλλὰ νῦν μὲν τὴν Κουκουσὸν, νῦν δὲ τὴν Ἀραβισσὸν, νῦν δὲ τὰς φάραγγας καὶ τὰς ἐρημίας περιπολοῦμεν· οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα. Ἤδη δὲ καὶ πόλεις ἀνεσκάφησαν αὔτανδροι, καὶ καθ' ἑκάστην ἡμέραν συνεχέσιν ἐπιβαλλόμενοι φήμαις μετανάσται γινόμεθα, χαλεπόν τινα καὶ καινὸν ἐξορίας ὑπομένοντες τρόπον, καὶ καθημερινὸν θάνατον προσδοκῶντες. Οὐδὲ γὰρ ἐν τῷ φρουρίῳ καθάπερ ἐν δεσμωτηρίῳ νῦν ἀποκλεισθέντες ἔχομεν θαῤῥεῖν, διὰ τὸ καὶ τῶν τοιούτων τοὺς Ἰσαύρους κατατολμᾷν. Προσετέθη δὲ ἡμῖν καὶ ἀῤῥωστία χαλεπὴ, ἧς μόλις νῦν τὸ χαλεπώτερον διαφυγόντες, ἔτι τὰ λείψανα αὐτῆς περιφέρομεν· καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου κυκλουμένην ἀποικισθέντες, οὕτως οὐδαμόθεν οὐδένα ῥᾳδίως ὁρᾷν δυνάμεθα, πάσης ὁδοῦ τῷ φόβῳ τῶν θορύβων τούτων ἀποτετειχισμένης. Παρακαλῶ τοίνυν συγγνῶναι ἡμῖν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε· οἶσθα γὰρ τὴν ἀγάπην, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς περὶ τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, καὶ μὴ διαλιπεῖν εὐχόμενον ὑπὲρ ἡμῶν. Ὅτι γὰρ εἰ ῥᾳδίως ἐπιτύχοις τῶν πρὸς τὰ γράμματα ὑπηρετησομένων, οὐδὲν ὑπομνήσεως δεήσῃ πρὸς τὸ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς, σφόδρα θαῤῥοῦμεν. Καὶ ἡμεῖς δὲ, εἰ λωφήσειεν ταυτὶ τὰ δεινὰ, καὶ προκύψαι τοῦ δεσμωτηρίου τούτου δυνηθείημεν, καὶ ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς κατεχούσης πολιορκίας ἡμᾶς, οὐ διαλείψομεν συνεχῶς ἐπιστέλλοντές σου πρὸς τὴν τιμιότητα. Ἡμῖν γὰρ αὐτοῖς τοῦτο ποιοῦντες τὰ μέγιστα χαριούμεθα. ΡΛΒʹ. Γεμέλλῳ. Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων. Τὸ γὰρ μὴ μόνον μὴ θορυβεῖσθαι, μηδὲ ἀλγεῖν μισούμενον παρά 52.691 τινων, ἀλλὰ καὶ καλλωπίζεσθαι ἐπὶ τούτῳ, καὶ μὴ καλλωπίζεσθαι μόνον, ἀλλὰ καὶ ἐλεεῖν τοὺς μισοῦντας, καὶ ἐπιθυμεῖν αὐτοὺς